Ancient Greek · ~5 min
2 to 5
Parthenius, Ἐρωτικὰ Παθήματα 2-3-5
Not analysed yet
Μετὰ δὲ ὡς αὐτόν ἡ πλείων ἰσχὺς ἐπιλελοίπει, ἔγνωστό τε αὐτῷ τὴν κόρην ἁρμόσασθαι, δύο μνηστῆρας ἀφιγμένους, Δρύαντά τε καὶ Κλεῖτον, ἐκέλευεν, ἄθλου προκειμένου τῆς κόρης, ἀλλήλοις διαμάχεσθαι, καὶ τὸν μὲν τεθνάναι, τὸν δὲ περιγενόμενον τήν τε βασιλείαν καὶ τὴν παῖδα ἔχειν. Τῆς δὲ ἀφωρισμένης ἡμέρας παρούσης, ἡ Παλλήνη ʽἔτυχε γὰρ ἐρῶσα τοῦ Κλείτοὐ πάνυ ὠρρώδει περὶ αὐτοῦ, καὶ σημῆναι μὲν οὐκ ἐτόλμα τινὶ τῶν ἀμφ’ αὑτήν, δάκρυα δὲ πολλὰ κατεχεῖτο τῶν παρειῶν αὐτῆς, ἕως οὗ ὁ τροφεὺς αὐτῆς πρεσβύτης ἀναπυνθανόμενος καὶ ἐπιγνοὺς τὸ πάθος τῇ μὲν θαρρεῖν παρεκελεύσατο, ὡς ᾗ βούλεται, ταύτῃ τοῦ πράγματος χωρήσοντος· αὐτὸς δὲ κρύφα ὑπέρχεται τὸν ἡνίοχον τοῦ Δρύαντος, καὶ αὐτῷ χρυσὸν πολὺν ὁμολογήσας πείθει διὰ τῶν ἁρματηίων τροχῶν μὴ διεῖναι τὰς περόνας. Ἔνθα δὴ ὡς ἐς μάχην ἐξῄεσαν καὶ ἤλαυνεν ὁ Δρύας ἐπὶ τὸν Κλεῖτον, οἱ τροχοὶ περιερρύησαν αὐτῷ τῶν ἁρμάτων· καὶ οὕτως πεσόντα αὐτὸν ἐπιδραμὼν ὁ Κλεῖτος ἀναιρεῖ. Αἰσθόμενος δὲ ὁ Σίθων τόν τε ἔρωτα καὶ τὴν ἐπιβουλὴν τῆς θυγατρός, μάλα μεγάλην πυρὰν νήσας καὶ ἐπιθεὶς τὸν Δρύαντα οἷος ἦν ἐπικατασφάζειν καὶ τὴν Παλλήνην· φαντάσματος δὲ θείου γενομένου καὶ ἐξαπιναίως ὕδατος ἐξ οὐρανοῦ πολλοῦ καταρραγέντος, μετέγνω τε καὶ γάμοις ἀρεσάμενος τὸν παρόντα Θρᾳκῶν ὅμιλον ἐφίησι τῷ Κλείτῳ τὴν κόρην ἄγεσθαι.