Ancient Greek · ~2 min
De Pisidice
Parthenius, Ἐρωτικὰ Παθήματα 5-4
Not analysed yet
εἶτα μικρὸν ὑποβάς δέκτο μὲν αὐτίκα λαὸν Ἀχαιικὸν ἔνδοθι πάτρης παρθενική, κληῖδας ὑποχλίσσασα πυλάων, ἔτλη δ’ οἷσιν ἰδέσθαι ἐν ὀφθαλμοῖσι τοκῆας χαλκῷ ἐληλαμένους καὶ δούλια δεσμὰ γυναικῶν ἑλκομένων ἐπὶ νῆας ὑποσχεσίῃς Ἀχιλῆος, ὄφρα νυὸς γλαυκῆς Θέτιδος πέλοι, ὄφρα οἱ εἶεν πενθεροὶ Αἰακίδαι, Φθίῃ δ’ ἔνι δώματα ναίοι ἀνδρὸς ἀριστῆος πινυτὴ δάμαρ· οὐ δ’ ὅ γ’ ἔμελλε τὰ ῥέξειν, ὀλοῷ δ’ ἐπαγάσσατο πατρίδος οἴτῳ· ἔνθ’ ἥ γ’ αἰνότατον γάμον εἴσιδε Πηλείδαο Ἀργείων ὑπὸ χερσὶ δυσάμμορος, οἵ μιν ἔπεφνον πανσυδίῃ θαμινῇσιν ἀράσσοντες λιθάδεσσιν.