Ancient Greek
345
Patria Constantinopoleos, Παραστάσεις σύντομοι χρονικαί 345
Unproofread scanNot analysed yet
γαμβροῦ αὐτῆς, ὅτε Βασιλίσκον ἔστεψε τὸν ἀδελφὸν αὐτῆς, κράζοντος τοῦ Πρασίνου μέρους, Βερίνης ὀρθοδόξου Ἐλένης κολὰ τὰ ἔτη. Ἦν γὰρ ὀρθόδοξος πάνυ. Εὐδοξίας γυναικὸς Ἀρκαδίου μεγάλη πάνυ, καὶ Πουλχερίας θυγατρὸς αὐτῆς, καὶ ἐτέρων δύο θυγατέρων αὐτῆς, ἀμφοτέρων ἀργυραῖ· ἔτι τῆς αὐτῆς Εὐδοξίας ἐν κίουι χαλκῇ· καὶ ἑτέρα ἐν τοῖς Αὐγουσταίοις, δι´ ἡν ὁ Χρυσόστομος ἀνεσκευάσθη, Ἐν αὐτῇ τῇ Χαλκῇ πλησίον ἄνωθεν, Πουλχερίας, τῆς ἀοιδίμου, ὡς ἐν τῷ περιπάτῳ τῷ ἐν τῷ παι λατίῳ ἐμπρὸς ὑπάρχοντι, ἄνωθεν τῆς Χαλκῆς. Ἐν. τῷ Μιλίῳ τῷ πρὸς ἀνατολὴν, Κωνσταντίνου καὶ Ἐλένης, ἄνωθεν τῆς καμάρας· ἔνθα καὶ σταυρὸς, καὶ μέσον τοῦ σταυροῦ, τῆς πόλεως ἡ Τύχη Ἀρκαδίου γυναικὸς Ζήνωνος τῆς δευτέρας, ἐν τοῖς πλησίον τῶν βάθρων λεγομένων Τόπων, ἐν τοῖς τοῦ ἁγίου Ἀρχιστρατήγου, ἔνθα Ζήνων ἔκρινε τοὺς μετὰ Βασιλίσκου, καὶ σέκρητον τὸν τόπον ἐποίησε. Ἔτι τῆς πρώτης αὐτοῦ γυναικὸς Ἀριάδνης. μετὰ καὶ αὐτοῦ Τήνωνος ἐν τῇ βασιλικῇ πύλῃ τῆς Χαλκῆς