Ancient Greek
346
Patria Constantinopoleos, Παραστάσεις σύντομοι χρονικαί 346
Unproofread scanNot analysed yet
Ἐν τῷ αὐτῷ Μιλίῳ Σοφίας τῆς γυναικὸς Ἰουστίνου τοῦ μετὰ τὸν μέγιστον Ἰουστινιανὸν, καὶ Ἀραβίας θυγατρὸς αὐτῶν, καὶ Ἑλένης ἀνεψιᾷς αὐτῶν εὐμορφοτάτης πάνυ, κεχρυσωμένη· Ἀρκαδίου καὶ Θεοδοσίου υἱοῦ αὐτοῦ ἐν τοῖς πλησίον ῥοδοσίου στήλης τοῦ πατρὸς, ἀμφότεραι ἐφ´ πκοις· ὅτε καὶ σιτηρέσια ἐδόθη πολλὰ, ἐξαιρέτως δὲ τοῷ Πρασίνων μέρει, κράζοντος τοῦ δήμου, Ὁ γόνος Θεοδοσίου Κωνσταντῖνον ἐνίκησεν. Εν τῷ τοῦ παλατίου τριβουναλίῳ, Εὐδοκίας γυναικὸς Θεοδοσίου τοῦ ἐγγόνου Θεοδοσίου, Δαρκιανοῦ τε καὶ Κωνσταντίνου· ἔνθα καὶ ὀρχήσεις πλεῖσται ἕως Ἡρακλείου, τοῦ τε ἱρασίνου καὶ Βενέτου μέρους γεγόνασιν, · ΠΕΡΙ ΘΕΑΜΑΤΩΝ. Θέαμα αʹ. ὸ εν τῇ βασιλικῇ κινστέρνᾳ τῇ χρυσορόφῳ ἀνδρείκελον, χρυσέμβαφον ἄγαλμα ὑπάρχοννθα τὸ ἔξαμον Ἡρακλείου τοῦ βασιλέως κατεσκευάσθη τὸ γονυκλινὲς, Ἰουστινιανοῦ ἐστι, τοῦ κατὰ τὸ δεύτερον τὴν Κωνσταντινούπολιν τυραννήσαντος, καὶ πλησίον αὐτοῦ τῆς γυναικὸς αὐτοῦ ὀδελφῆς θουσήρου Γλιαβάρου, μετὰ τὴν ἧτταν Τιβερίου