Ancient Greek
347
Patria Constantinopoleos, Παραστάσεις σύντομοι χρονικαί 347
Unproofread scanNot analysed yet
τοῦ Ἀψιμάρου· ὅτε καὶ Φιλιππικὸς ἐν αὐτῷ τοῦ τόπῳ τῆς χρυσορόφου βασιλικῆς ἀπεδοκιμάσθη, Τέρβελι τοῦ Βουλγαρίας ἐκεῖσε πολλάκις καθίσαντος, καὶ Γλιαβάρου Χαζάρου· πάκτα οὖν οὐκ ὀλίγα ἐκεῖσε ἐδόθησαν, ἔνθα αὐτοῦ τοῦ τυράννου καὶ τῆς γυναικὸς τὰ ἀγάλματα. Ἐν οἷς ἐλέφας ἴσταται παμμεγέθης, ὡς οἱ θηριοδέκται ἡμῖν ἐβεβαίωσαν, μὴ γενέσθαι ἐπάνω αὐτοῦ τὸ μέγεθος τῶν ἐλεφάν των· τῶν δὲ μεγάλων ἕως οὕτως. Ὁ ἐλέφας ὑπὸ Σεβήρου τοῦ Καροῦ Ἕλληνος ἐτυπώθη θέαμά τι, κατὰ τὴν παράδοσιν. Ἐν γὰρ τῇ αὐτῇ χρυσορόφφ βασιλικῇ τὸν ἐλέφαντα παραμένειν εἰς θέαμα ἐξαίσιον. Ὅρον γὰρ εἶναι πρὸς τοῦ μέρους τῶν ἀναβαθμῶν τῶν οβʹ ἕλεγον, ἔνθα καὶ σχολὴ φυλαττόντων πόλιν. Ἐν αὐτῷ δὲ φασὶ τὸν ἐλέφαντα παραμένειν Καρκινήλῳ ἀργυροκόπῳ ἐν πλαστοῖς ζυγοῖς τὴν πρᾶσιν ποιουμένῳ· ὥστε διατρέφοντι τὸν ἐλέφαντα, φασὶν, ἀπειλεῖν, ὅτι καὶ ἐπορθεῖτο τούτου τὸ οἴκημα· καὶ πολλάκις διαβεβαιωσαμένου θάνατον τῷ θηριοτρόφῳ, εἰ μὴ τοῦτον κρατήσειεν · ὁαὐτὸς δὲ διὰ τὰς βαγύλας ἐλαιοφόρους κρατῆσαι οὐκ ἐνεδίδου· ὃν καὶ φονεύσας ὁαὐτὸς ξυγοπλάστης, τῷ ἐλέφαντι εἰς βρῶσιν προέθηκε· τοῦ δὲ θηρίου ἀτιθάσσου ὄντος, καὶ αὐτὸν ἐξηνάλωσεν. Ὃ καὶ Σεβῆρος ἀκούσας, θυσίας τῷ θηρίῳ οὐκ