Ancient Greek
349
Patria Constantinopoleos, Παραστάσεις σύντομοι χρονικαί 349
Unproofread scanNot analysed yet
ναὶ ἡ κορωνίς Κλεοπάτοας κατασκευασθῖς, σμαραγδινὰς πάνυ ἀλάβαστρος. Τοῦτο γνοὺς ὁ βασιλεὺς Κωνσταντῖνος, τὸν αὐτὸν κεντυρίωνα Παλιαασὰ ἐπετίμησεν ἄξιον θανάτου. Τοῦ δὲ ἀναισχυντοῦντος, καὶ θεοὺς ἐπικαλουμένου, ἀπετμίθη εἰς ἓν τῶν σκαλίων τοῦ αὐτοῦ φόρου, ἔνθα τὰ ἔοικε τὰ πρῶτα ὑπῆρχεν. Τὸ δὲ ἐν τῇ δευτέρᾳ καμάρᾳ γεγονὸς ἄθεσμον οὐ σιωπήσομεν. Τὸ τοῦ μοιχοῦ Μαξεντίου εἴδωλον ἐκεῖσε προσεκυνεῖτο λατρευόμενον, καὶ τοῖς πολλοῖς εἰδωλολάτραις ἀγνοούμενον, θεὸς ἱππόσυνος ἐλατρεύετο· ὃιὸ Κων σταντῖνος αὐτὸ μὲν κατέβαλε· τοὺς δὲ τοῦτο τολμήσαντας ἀπεκεφάλισεν, Ἔνθα καὶ Ἄρειος μετὰ ταῦτα τὸν μιαρὸν θάνατον ὑπέστη, χείρονα Ἐλλήνων βλασφημῆσαι ἀποτολμήσας ὁ δείλαιος, μετὰ λιτῆς καὶ τιμῆς τὸν θρόνον Κωνσταντινουπόλεως τῇ βασιλικῇ χειρὶ καθαρπάσαι βουλόμενος· Ἀλλ´ οὐκ Ἀλέξανδρος ὁ πολὺς ἐν θεογνωσίᾳ τοῦτο παρες. . . ἕως τῷ ὀλεθρίῳ θανάτῳ τοῦτον παρίδωκεν. Ἐν αὐτῷ τῷ τόπῳ ἀπὸ τῆς καμάρας ἔως κθ´ παλαιστὰς ἔχοντι, ἐπὶ θεοφιλοῦς Θεοδοσίου ἀπετυπώθη Ἄρειος ἐν μαρμάρῳ συγγειτνιῶντι τῆ γῇ. καὶ σὺν αὐτῷ Σαβέλλιος, Μακεδόνιος, Εὐνόμιος, πρὸς αἰσχύνην τοῖς διερχομένοις σφετερίζειν