Ancient Greek
350
Patria Constantinopoleos, Παραστάσεις σύντομοι χρονικαί 350
Unproofread scanNot analysed yet
τούτους, καὶ κόπρῳ καὶ οὔρῳ καὶ ἐμπτύσματι, καὶ ἀτιμίαις ὀνειδίζεσθαι τοὺς τὸν Υἱὸν ἀτιμήσαντας, Ἄτινα καὶ καθορῶνται σῶα ἕως τῆς σήμερον, τοῖς τὰ γεγραμμένα παρ´ ἡμῶν μετὰ φιλοσοφίας καὶ πόνου διερευνῶσι. ΘΕΑΜΑ Δʹ. Τὸ ἐν τοῖς Ἀρτοπωλίοις πόροις ὑπάρχον. Κωνάοιον ἀπὸ μαρμάρου οὔθατα πλεῖστα ἐν τῇ νεμέσει περιφέρον, ὡς οἴκοθεν μυρμηκία λατρεύειν ἐπεχείρουν, τοῖς θεωρεῖν κατὰ πᾶν ἐθέλουσι, τοῖς πᾶσι προὔκειτο· ταοῦ δὲ καὶ ἀετοῦ καὶ λεαίνης, λαγωοῦ τε καὶ κριῶν κάραι, καὶ στρουθῶν, καὶ κορωνῶν καὶ τρυγόνος, μυὸς καὶ γαλῆς, καὶ δαμάλεων ἐμαοῦσαι, καὶ Γοργονίδες δύο ἀμφότεραι ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων, ἡ μία τῇ ἑτέρᾳ κατ´ ὄψιν βλέπουσα, ἀπὸ μαρμάρων, ἀναγεγλυμμέναι, τὰ φυραθέντα κάτω τῶν αὐτῶν πόρων ἤτοι Ἀρτοπωλίων, θέας τοὔνεκεν Κωναταντίνου δρᾶμα. Ἀλλὰ Κγὰρ καὶ Βούλγαρος ὑπὲρ βοὸς καθαρὸς ὑπάρχων, ὡς τῇ γῇ δεορύττειν ἑθέλειν τοῖς ὁρῶσι θέαμά τι μέγιστον. Διέκειτο δὲ τοῦτο ἕως τῶν πολλῶν, καὶ μέχρι Ζήνωνος ἀρκέσαι τὴν ἱστορίαν. Γαληνὸς δέ τις ἰατρὸς καὶ φιλόσοφος ὑπάρχων, ὡς αὐτὸς ἐδίδαξεν, ἀπὸ χρονογράφων περαιωθεὶς, ἐβεβαιώθη τὰς Γοργονίδας τὰς μαρμαρίνους, ἅτε τὴν μίαν ἐκ δεξιῶν, ἅτε δὲ τὴν ἐξ εὐωνύμων, ἱερογλυφικά τινα καὶ ἀστρονομικὰ ἐχίδνια συλλαβούσας τῶν βασιλέων γράφειν τὰς ἱστορίας, Κωνσταντίνου τοῦ Μεγάλου τοῦτο ποιήσαντος. Τοῦ δὲ αὐτοῦ Γαληνοῦ ἐπὶ πλεῖστον συχνάσαντος, καὶ τοῖς ἀναγνώσμασιν τούτου προαέχοντος, τὰ μέλλοντα συμβαίνειν Ζήνωνι παρὰ ερήνης ἐγέλασε. Καλλίστρατος δέ τις, συρφετὸς μὲν τῷ γένει, κάπηλος δὲ τῇ ἀξίᾳ, ἐμβατεύοντι τῇ ἱστορίᾳ τῶν Γοργονίδων Γαληνῷ καὶ μάλιστα συχνῶς προσέχων μετὰ τὴν ἀνάκαμψιν Ζήνωνος τὴν ἀπὸ Ἰσαυρίας τὸ δεύτερον, φατειασθεὶς ὁ αὐτὸς Γαληνὸς παρὰ τοῦ αὐτοῦ Καλλιστράτου, τοσούτους ἐμπαιγμοὺς ἐπ´ ἐνιαυτοῦ καΐ βολίδας ὑπέμεινεν, ὥστε μέχρι τέλους τὸ πέρας ἐν τῇ αὐτῇ Ἀρτοπωλίων καλενδίᾳ, ἐν αὐτοῖς τοῖς ζωδιακοῖς τετραπόδοις καὶ πετεινοῖς Σελεντίου ὑπ´ ἄρχοντος ξίφει ἀποκεφαλισθῆναι, κράξαντος τοῦ Πρασίνου μέρους καὶ τοῦ ὄχλου, Δκαία ἡ κρίσις. Ἀριστείδης δὲ φλόσοφος ἐπέθηκεν ὄνομα τῷ τόπῳ τοιῷδε, ὃ καὶ φαίνεται ἕως τῆς σήμερον, Γαληνοῦ θηρία, ἀδικία νεμομένη Ζήνωνι· καὶ τυπώσας τὴν γραφίδα, ἀπέδρα ἐν Χερσῶνι, καὶ ἐσώθη ἕως τῆς σήμερον.