Ancient Greek
354
Patria Constantinopoleos, Παραστάσεις σύντομοι χρονικαί 354
Unproofread scanNot analysed yet
ἀλωπὸν εἶναι ἐκ μαρμάρου πηγανουσιου εἰς μῆκος ὀργυιὰς εʹ, πλάτος δὲ ὀργυιὰς δύο ἤμισυ πρὸς νότον ἐν τοῖς ἀνακτορικοῖς οἴκοις· πρὸς δὲ βορρᾶν πρὸς τὸν παλαιὸν ναὸν, ὅπερ ἐν τῷ στήθει ἔγραφεν. δι´ ἐμπλαστῶν χρυσέων καὶ ἀργυρέων γραμμάτων, Ἀφροδίτη Σελήνη. ἐδόθη Πέρσαις εἰς πόκτον, ἐπὶ Ἀναστασίου βασιλέως, ἀντὶ σταθμῶν χιλίων χρυσοῦ. Καὶ τοῦτο δὲ ὁ αὐτὸς Παπίας ἐδίδαξεν ἐκ τῶν αὐτοῦ συγγραμμάτων. Ὅτι αἱ Γοργονοειδεῖς κεφαλαὶ ἐν τῇ χαλκῇ πύλῃ, πρὸς μὲν τὸ πρόσθεν περιπατοῦντι εὐωνύμως, πρὸς δὲ τὸ ὄπισθεν δεξιῶς. τῆς Ἀρτέμιδος θεᾶς, ἐκ τοῦ ναοῦ Ἐφεσίου ἥκασι· τὰς μὲν τέσσαρας ἐν τοῖς Ταύρου μέρεσιν, ἐν τοῖς παλαιοῖς παλατίοις προσπηχθέντα Κνσταντίνου, ἔνθα καὶ Ἰουλιανοῦ καὶ τῆς τούτου γαμετῆς· ἀλλὰ καὶ Κωνσταντίνου τοῦ Μεγόλου καὶ τῶν υἱῶν αὐτοῦ, καὶ Γάλλου καθορῶνται ἀγάλματα· τὰς δὲ δʹ ἐν τῆς προειρημένης πύλης εὐωνύμῳ μέρει. ἔνθα καὶ σταιρὸς πεπηγὼς ἐπὶ Ἰουστινιανοῦ τοῦ πάλαι καὶ Βελισαρίου, καινουργηθεῖσαι ἴστανται, ἐν ᾗ καὶ αὐτὸς Βελισάριος καθορᾶται χρυσέμβαφος, ἡλιοκέφαλος, καὶ Τιβέριος ὁ κυρτοειδὴς. Θρᾷξ, καὶ Ἰουστῖνος ὁ πρῶτος λεπτοειδής ἐπίφορος κατ´ ἰδέαν πάνυ, καὶ τῶν συγγενῶν ἐπτά, αἱ μὲν ἐκ μαρμάρου, αἱ δὲ καὶ χαλκαῖ, ἐκ τῶν ζωσμάτων ἐπιγινωσκόμεναι ἀκριβῶς τοῖς παροῦσι. ,Πολλὰ τῇ βασιλίδι Πουλχερίᾳ Λέων ὁ Μέγας ἐμακάριζεν · ὅθεν καὶ μνήμην αὐτῆς τῆς τελειώσεως ἐπετέλει, καὶ ἐν τῷ τάφῳ αὐτῆς αὐτὸς ἱστόρησε τὸ ταύτης ἵνδαλ μα. Καὶ ἐν τοῖς βασιλείοις δὲ θεωρῶν αὐτὴν ἐν ἱστορίᾳ, τὸν βίον ὅλον αὐτῆς ἐμακάριζεν. Μαρκιανοῦ δὲ στήλην καὶ Πουλχερίας ὁ αὐτὸς Λέων ἐν τοῖς Θεοδοσιανοῦ ἐμβόλοις μεταστήσας, τῆ βασιλίδι πόλει προσέθηκεν