Ancient Greek
355
Patria Constantinopoleos, Παραστάσεις σύντομοι χρονικαί 355
Unproofread scanNot analysed yet
Ἰουλιανοῦ χαραγὰς Θεοδόσιος ὁ Μέγας ἠμαύρωσε, μεθ´ ὧν καὶ τὴν τούτου στήλην ἔξω τῆς χαραγῆς ἑστηκυῖαν θεασάμενος, ἠρυθρίασε, καὶ τοῖς συνοδεύουσιν ἐπύθετο, τίνος ἂν εἴη τὸ χάραγμα Τῶν δὲ Ἰουλιανοῦ φησάντων, εὐθὺς ἐκεῖνος εἶπεν, Ὅτι μέλανος ἀνθρώπου στήλην τεθέαμαι· καὶ πάνυ ἠρυθρίασε· καὶ παραυτίκα ταύτην κατέαξεν, καὶ δόγμα προέθηκεν, Ὅτι ὅπου ἐὰν εὑρεθῇ ἐν χαραγαῖς νουμίων τὸ τοιοῦτον ὑπόθειγμα, καὶ μὴ τῷ δημοσίῳ καταμηνυθῇ, δημευθεὶς ὁ τοιοῦτος ἐξόριστος Κωνσταντινουπόλεως γένηται. Πολὺς ἦν Ἰουλιανὸς ἐν μαγγανείαις· ὅθεν καὶ τοῖς εἰδώλοις εἰς στήλας βασιλικὰς, φασὶν, ἐξεικόνιζε, καὶ προσκυνεῖσθαι ταύτας, ὡς βασιλέων εἰκόνας, ἠνάγκαζε· μεθ´ ὧν καὶ ἐν τῇ Νικομηδέων μητροπόλει, τὸ τοῦ Ἀπόλλωνος ἄγαλμα χρυσέγκαυστον κατασκευάσας, καὶ τῆς θεᾶς Ἀρτέμιδος, νόύοις ὁμοίοις ἐνομοθέτει προσκυνεῖσθαι, ὡς αὐτοῦ φησιν εἶναι καὶ τῆς γαμετῆς ἱἰνδάλματα· ὅθεν καὶ ἄπειρον πλῆθος κλαπὲν εἰς εἰδωλολατρείαν κατέπεσεν. Ραειας ρατιῖθιε γερενία αε σοναεία. Ἐν τοῖς Πανεάδος μέρεσι τῇ ἐπονομαζομένη Καισαρείᾳ, τῇ Φιλίππου, διερχομένου Ἰουλιανοῦ, τὸ τῆς αἱμορρούσης ἴνδαλμα θεασάμενος, καὶ αὐτοῦ τοῦ Ἰησοῦ τὸν ἀνδριάντα, ὡς ἔλεγον, ὑπ´ αὐτῆς κατασκευασθέντα· ἐν οἰς κεκυφυῖα ἡ γυνὴ, καὶ τῇ δεξιᾷ τοῦ κρασπέδου τοῦ ἀνδριάντος Ἰησοῦ ἁπτομένη · μέσον ποῦ βοτάνης εἰδος, ἀλεξητήριον φάρμακον πρὸς πᾶσαν νόσον ἐπιτήδειον. ἐκφυέν· καὶ τυφλοὺς, ὥς φασι, τοὺς ἐκ κοιλίας μητρὸς ἐξελθόντας ἰάσασθαι. Τοῦτο δὲ καὶ Εὐσέβιος ὁ Παμφίλου, καὶ ὁ Διακρινόμενος, ἀκριβέστερον