Ancient Greek
362
Patria Constantinopoleos, Παραστάσεις σύντομοι χρονικαί 362
Unproofread scanNot analysed yet
ἐνα ἐξ αὐτῶν, Ἀπελλῆν ὀνόματι, καὶ εἰπεῖν, Μὴ θαυμάζειν ἐμὲ τοὺς ἵππους τῷ ἐπιβάτῃ, εἰδὼς ἀκριβῶς. ὅτι ἴπποι ἀνθρώπων ἐπιβάται γενήσονται, ἀλλασσομένων τῶν Ὀλυμπίων, καὶ τὸ θαυμάζον ἀμβλυωπιάσει. Νερούας δὲ ἀπεκρίνατο, Κακὸν τῇ βασιλίδι στοιχεῖον, ὁρῶ τῷ στοιχείῳ τῆς τύχης συντρέχοντα. Καὶ Συλβανὸς ὁρῶν τὸ πρὸς μεσημβρίαν ζῴδιον, εἰς τὸ ἄνω τὸ γόνυ καμήλου δίκην κεκμηκότος ἔφη· Καλὸς ὁ στοιχειωσάμενος· καιροὶ γὰρ ἐπὶ τούτου ἀγόνατοι ἔσονται. Ὁ δὲ Κύρβος, ἐν τῷ δήμῳ ὁρῶν, εἶπεν· Ὦ δῆμε, δὲ´ ὃν δήμιοι περισσεύσουσι. Πέλοψ δὲ, τοὺς ὅρους τῶν ἵππων ὁρῶν, εἶπε, Τίνος τὸ πρόβλημα; Θεοδοσίου δὲ φήσαντος, Κωνσταντίνου, εἰπεῖν ἐκεῖνον, Ἡ φιλόσοφος ἄκυρος, ἢ βασιλεὺς οὐκ ἀληθής. Ἑώρα γὰρ Κράνος ὁ φιλόσοφος θηλύμορφόν τι ζῴδιον ετραμερέσι ζωδιακοῖς γράμμασι γεγραμμένον, καὶ εἶπεν· Ὦ τετραπέρατε, ἐξ οὖ ὁ Κωνσταντῖνος καὶ ἀπέρατοι ἔσονται. Κάρος δὲ, προτραπεὶς παρὰ τοῖς φιλοσόφοις λαλῆσαι, φησὶν, Δυστυχῆ μοι τὰ κάντα φαίνεται, ὅτι εἰ ταῦτα τὰ στοιχεῖα, ὡς πειρῶνται, ἀληθεύουσιν, ἵνα τί ἡ Κωνσταντινούπολις συνέστηκε; Κράνος δὲ, ὅστις καὶ λογιστὴς τῆς Ἀθηναίων φιλοσοφίας ἐλέγετο, μειδιῶν ἐπεκοκκύα. Τοῦ δὲ βασιλέως πυνθανομένου, Τίς ἡ αἰτία, ἀπεκρίνατο ἐναντία, τὸ πλεῖον γελῶν καὶ σκώπτων. Νάρκισσος δὲ πραιπόσιτος δίδωσι τῷ φιλοσόφῳ ῥαπίσματα, εἰπών πρὸς αὐτόν· Τῷ Ἡλίῳ ὡς ἡλίῳ ἀποκρίνου, σκότος ὑπάρχων. Τοῦ δὲ καὶ τὴν ἄλλην στρέψαντος, δίδωσιν ὁ Νάρκισσος. Ὁ δὲ φιλόσοφος τῷ Ναρκίσσῳ ἕφη· Οὐ διὰ σὲ λαλήσω, ἀλλὰ τοῖς γράμμασι δυσωπούμενος. Τὸ δὲ πρόβλημα τοῦ Κοάναυ τοιοῦτόν ἐστιν. ᾜτησε τὸν βασιλέα τὰ ἐν τῷ Ιπκικῷ στοιχεῖα θεάσασθαι· εἴλετο εὐθὺς ἐκεῖνος. εἴτι δὲ ἀνδροείκελόν τι ἄγαλμα, ἐπικεφαλαίαν τῇ κεφαλῇ περιέχον, γυμνόν τοι ὅλως, καὶ ἐν τοῖς βρετγάνο ς διδύμοις ἐπικεκαλυμμένον. Τοῦ δὲ φιλοσόφου πυθομένου, Τί: ἂν, ἔφη. ὁ στήσας; ἔφη τις ἀναγνώστης, Ὅτι Οὐαλεντινιανὸς τοῦτο προὔθηκεν. Ἐκεῖνος δὲ ὁ φιλόσοφος, Πότε καὶ τὸν ὅνον; τοῦ δὲ σήσαντος, ὁμοῦ· εἰπεῖν ἐκεῖνον, Ὅτε ὄνος ὡς ἄνλουθεῖ.