Ancient Greek
363
Patria Constantinopoleos, Παραστάσεις σύντομοι χρονικαί 363
Unproofread scanNot analysed yet
Ἀλλὰ μὴ ἔστω. Τοῦ μάντεως τοῦτο τὸ πρόβλημα εὐρέθη ἐν τοῖς τόμοις τοῦ Λέοντος τοῦ Μεγάλου ὃ ἐφιλοσόφησε Κράνος, παρὰ Λιγουρίου ἀστρονόμου καὶ ὑπάτου τοῦ αὐτοῦ βασιλέως Λέοντος. Ἀσκληπιόδωρος ἐπὶ Ἀναστασίου ἱών τὸ ζώδιον τὸ μέγα, τὸ ἐν τῷ Ἰππικῷ, τὴν χεῖρα ἐπὶ τοῦ προσώπου κατέχον, ἔφη, Ὢ βία, ὅτι πᾶσα ἀνθρωπίνη ἔνδεια, εἰς μίαν ἀνθρώπου φρόνησιν ζυωωθεῖσα. Καί τις αὐτῷ ἐπέδειξε γράμματα ἐν τῷ μαρμάρῳ, τοῦ δὲ ὑπαναγνόντος, ἔφη· Ἀγαθὸν μὴ φθάσαι τοῖς τότε μέλλουσιν εἶναι· ὡς κἀμοί τι κέρδος τοῦ μὴ ἀναγνῶναι. Δέον γινώσκειν ὅτι ἡ καλουμένη Ταῦρος, Θεολὰ σιός ἐστιν ὁ Μέγας· ἐν ᾗ ποτε ἐδέχετο ὁ βασιλεὺς τοὺς ἀπὸ τῶν ἐθνῶν δυνάστας. Ἀργυραῖᾳ δέ τις ἦν πρώην, ὡς ὁ Σωζόμενος διδάσκει. Κλήμης δὲ τὰς ὁμοίας καὶ πολυμόρφους μαρμαρίνας, Κων. σταντίου εἶναι φάσκει, τοῦ υἱοῦ Κωνσταντίνου. Ὁ Πιττάκης ὁ λεχόμενος, Λέων ὁ Μίγας ἐστὶν, ὁ παρὰ πολλοῖς Μακελάριος λεγόμενος, καθ´ ἣν. . . τὰ δεξήματα τῶν βασιλέων ἐκεῖσε ἐγένοντο Ἀλλὰ καὶ παλάτιον ἦν ποτε συνιστάμενον, πλησίον παλαιᾶς ἐκκλησίας τῆς Ἀγίας Εἰρήνης, καθὼς Ἰωάννης ὁ Διακρινόμενος λέγει