Ancient Greek
103.1
Paulus, Epitomae Medicae Libri Septem 103.1
Unproofread scanNot analysed yet
τοῦ ὀργάνου σκληρότητος. ὁ δὲ ἀμυδρὸς ἀσθενοῦς δυνάμεως καὶ μόνης ἐστὶν ἐκτρονος, κἂν μηδὲν ἕτερον παρῇ· ὁ μὲν γὰρ σφοδρὸς ἀπάντων χρήζει τῶν αἰτίων πρὸς γένεσιν, τὸν δὲ ἀμυδρὸν καὶ μόνη ἂν ἡ ἀσθένεια ἐργάζεται. ὁ μὲν οὖν ἐξ ἀρχῆς σφοδρὸς ὑπάρχων ἡλικίαις τε καὶ ὥραις καὶ χώραις καὶ κράσεσιν εὐκράτοις ἕπεται, ὁ δὲ ἀμυδρὸς ταῖς δυσκράτοις. ὁ δὲ ἀπὸ ἀμυδρότητος εἰς σφοδρότητα μεταπίπτων γίνεται ῥωννυμένης τῆς δυνάμεως ἐκ προλαβούσης ἀσθενείας· ῥώννυται δὲ ἢ διὰ τὰ ἐν αὐτῷ τῷ σώματι, οἷον χυμῶν πέψιν ἢ ἐκκρίσιν ἢ θυμόν, ἢ διὰ τὰ ἐξωθεν, οἷον οἶνον, τροφάς, γυμνάσια, καὶ ὅσα τὴν δυσκρασίαν ἐπανορθοῦται· καταλύουσι δὲ δύναμιν ἀκιτίαι καὶ ἀγρυπνίαι καὶ κενώσεις ἄμετροι λυπαὶ τε καὶ φροντίδες καὶ ὀδύναι μάλιστα συγκοπτικαί, καὶ ὅσα δυσκρασίαν ἐργάζεται. τινὲς δὲ τῶν ἀγυμνάστων τὸν σκληρὸν σφυγμὸν ὑπέσταν εἶναι σφοδρόν, ἀλλὰ τὸν γεγυμνασμένον τὸν τε λογισμὸν καὶ τὴν ἀφὴν οὐκ ἂν λάθῃ· ὁ μὲν γὰρ σφοδρὸς ὡς τὸ πολὺ μετὰ μεγέθους εἰς ὕψος αἴρεται πλήττων εὐρώστως τὴν ἀφὴν, ὁ δὲ σκληρὸς τὸ μέγεθος οὐκ ἐπιδέχεται διὰ τὸ τῆς ἀρτηρίας δύσεικτον. σκληρὸς τοίνυν γίνεται σφυγμὸς διὰ τὴν τοῦ ὀργάνου σκληρότητα· ταύτην δὲ φύσις ἄμετρος ἢ ξηρότης ἢ τάσις ἀπὸ φλεγμαονῆς ἢ σπασμὸς ἐργάζεται. εὐθὺς δὲ τῇ σκληρότητι καὶ μικρότης καὶ τάχος ἐνίοτε καὶ πυκνότης ἀντὶ τοῦ μεγέθους διὰ τὴν χρείαν ἀκολουθεῖ.