Ancient Greek
103.2
Paulus, Epitomae Medicae Libri Septem 103.2
Unproofread scanNot analysed yet
ὁ δὲ μαλακὸς σφυγμὸς ὑγρότητι τῆς ἀρτηρίας ἕπεται· ταύτην δὲ ὑγροτέραν ἐργάζονται τῶν μὲν οὐ παρὰ φύσιν ὑγρότεραι τροφαὶ καὶ πλεῖω λουτρὰ καὶ ὕπνοι πολλοὶ διαίτα τε ἀβροτέρα καὶ θυμηδία, τῶν δὲ παρὰ φύσιν κώματά τε καὶ λήθαργοι καὶ ὕδεροι καὶ τὰ λοιπὰ φλεγματώδη. πλήρης δὲ σφυγμὸς ἢ χυμῶν πλῆθος ἢ αἰτίων ἢ οἴνου πόσεως δηλοῖ πλεονεξίαν, ὥσπερ ὁ κενὸς τάναντία· ἢ γὰρ ἀκιτία ἢ κένωσις. θερμότερον δὲ τὸ τῆς ἀρτηρίας ὑποτίπτον σῶμα πολλὴν τὴν ἐν τῇ καρδίᾳ θερμασίαν καταψυχόμενου τοῦ λοιποῦ σώματος ἢ σπασμῶδη τινὰ τῶν ἀρτηρίων δηλοῖ διάθεσιν τῇ βιαίᾳ κινήσει θερμαινομένων. Ἀρχιγένης δὲ φησιν τὸν τῆς ἀρτηρίας τόπον ἰδίως ἐπὶ τῶν κατόχων θερμότερον εὑρίσκεσθαι, καθάπερ τοῖς σπασθησομένοις μετὰ καταφορᾶς. ὁ δὲ κατὰ τὸν ῥυθμὸν λόγος ἴσος μὲν ὑπάρχων ἐν τῇ κινήσει καὶ