Ancient Greek
108.2
Paulus, Epitomae Medicae Libri Septem 108.2
Unproofread scanNot analysed yet
1 Τῶν δὲ ἐφημέρων πυρετῶν ἴδιον καὶ ἀχώριστον σημεῖόν ἐστιν ἡ τῶν οὐρῶν πέψις ἐν τῇ πρώτῃ τῶν ἡμερῶν· καὶ τὸ τῆς θερμασίας δὲ ἡδὺ τῶν τοιούτων πυρετῶν ἴδιον καὶ ἀχώριστόν ἐστιν. μετὰ δὲ τὴν πρώτην λύσιν τοῦ πυρετοῦ πιστοτέραν ἔξεις τὴν διάγνωσιν· ἢ τε γὰρ τῶν ἀρθρίων κίνησις ἐν τῷδε καθ’ ἅπαν ἐξομοιοῦται τῇ τῶν ὑγιαίνοντῶν οὐδενὸς τῶν ἄλλων πυρετῶν εἰς τὸ κατὰ φύσιν ἐπανιόντος· καὶ ἡ τοῦ κάμνοντος δὲ εὐφορία μέγιστον καὶ αὕτη σημεῖον.