Ancient Greek
108.3
Paulus, Epitomae Medicae Libri Septem 108.3
Unproofread scanNot analysed yet
2 εὐάλωτοι τοῖς τοιούτοις πυρετοῖς εἰσιν, ἐφ’ ὧν αἱ ἀπόρροιαι τοῦ σώματος εἰσιν οὐκ ἀτμῶδεις, ἀλλὰ δριμύ τι καὶ οἷον καπνώδεις ἔχουσιν· οὗτοι δὲ εἰσιν οἱ θερμοὶ καὶ ξηροὶ τὴν κράσιν καὶ ὅλως πικρόχολοι. τοὺς μὲν οὖν ἐπὶ κόπῃ πυρέξαντας λιπαρῶς τε ἄμα καὶ μαλακῶς ἀνατρίβειν καὶ λούειν, τοὺς δὲ ἐπὶ ξηρότητι τρίζειν μὲν ἐλαττον τούτων, λούειν δὲ πλέον, τοὺς δὲ ἐπὶ φροντίδι καὶ λύπαις καὶ ἀγρυπνίαις καὶ θυμοῖς λούειν μὲν μὴ πολλάκις, ἐλαίῳ δὲ πολλῷ χλιαρῷ ἥκιστα μετέχοντι στύψεως ἀνατρίβειν βραχέα, καὶ λούειν, ὡς ἔθος· τοὺς δὲ ἐπ’ ἐγκαύσεσιν εὐθὲς μὲν ἐξ ἀρχῆς χρὴ τοῖς ψύχουσιν ἰάσθαι καὶ λουτροῖς πλείοσιν, ἥκιστα δὲ ἐλαίῳ δαψιλῇ καὶ τρίζει, τὰ δὲ ψύχοντα ρόδινον ἔστω καὶ ἐλαῖον ὀμφάκινον χωρὶς ἄλιν ἐσκευασμένον ψυχρόν· τὰ δὲ αὐτὰ σφοδρῶς καταχεῖν δεῖ κατὰ τοῦ βρέγματος καὶ λούειν παρακμάσαντος τοῦ πυρετοῦ. εἰ δὲ τις ψυχθεὶς πυρέξειεν, καὶ τοῦτον λούειν ἐν ταῖς παρακμαῖς· εἰ δ’ ἄμα κατάρρῃ πυρέττοιεν, πρὶν πεφθῆναι λούειν οὐ χρή, τοὺς δὲ ἐπ’ ἐγκαύσει καὶ τούτων παρόντων λουστέον, τοὺς δὲ ἐπὶ ψύξει θερμαίνουσι μετρίως διαβρέχειν τὴν κεφαλήν, οἷον ἐστιν τὸ ἱρῖνον καὶ τὸ νάρδινον. ἐφ’ ὧν δὲ ἡ στέγνωσις πυρετὸν ἐργάζεται, τούτοις ἀρμόττει λουτρὰ γλυκέων ὑδάτων εὐκράτων καὶ τριψις ἀραιωτικὴ καὶ γυμνάσια καὶ δίαιτα γλυκύχυμος. εἰ δὲ καὶ δι’ ἀκτίαν γένοιτο πυρετός, τοῦ πρώτου παροξυμοῦ παρακμάσαντος εἰσάγειν εἰς τὸ βαλανεῖον αὐτοὺς καὶ χλιαρὸν ἐλαῖον πλεῖστον καταχεῖν ἀνατρίβειν τε πρῶτατα καὶ τὸ πλεῖστον τοῦ χρόνου ἐν τῇ θερμῇ δεξαμενῇ διατρίβειν, ἐξελθόντα δὲ καὶ ἀναλαβόντα τὴν δύναμιν εἰσάγειν εἰς τὸ λουτρὸν καὶ μετὰ ταῦτα πιεῖν θερμὸν ὕδωρ διδόναι καὶ πτισάνης χυλόν, ἐνίοτε