Ancient Greek
112.1
Paulus, Epitomae Medicae Libri Septem 112.1
Unproofread scanNot analysed yet
κ´. Θεραπεία νόθων τριταίων. Λούειν ἐπὶ τῶν νόθων τριταίων οὐκ ἀγαθὸν κατ’ ἀρχάς, ἀλλ’ ἥνικα ἂν ἤδη φαίνηται τὰ σημεῖα τῆς πέψεως, οὔτε καθ’ ἡμέραν τρέφειν, ἀλλ’ ἀρκεῖ παρὰ μίαν. ἡσυχία δὲ καὶ θάλγις τῶν καθ’ ὑποχόνδριον αὐτοῖς συμφέρει καὶ ῥοφήματα εὐπεπτα καὶ κλύσματα τῆς κάτω γαστρὸς μὴ πάνυ μαλακά· καί, εἰ αἵματος ἀφαιρέσεως χρεία, μηδὲ τοῦτο παρα-λιπεῖν. ἡ δὲ ὅλη τῆς διαίτης κατάστασις οὐ ψύχουσα καὶ ὑγραίνουσα τὸ σύμπαν, ἀλλὰ καὶ τοῦ τμητικωτέρου τρόπου προσεπιλαμβανέσθω· μάλιστα δὲ ἂν ἀρμόσειεν αὐτοῖς ὁ τῆς πτισάνης χυλὸς ἐμβαλλομένου πεπέρεως ἢ ὠσώπου ἢ ὀρίγανου καὶ στάχυος νάρδου. καὶ μελικράτῳ δὲ πεπέρεως ἐμβάλλων καὶ ἔμψιν δίδου πίνειν, καὶ τὰ ἄλλα δέ, ὅσα οὖρην κινεῖ, πλὴν τῶν σφοδρῶς θερμαίνοντων τε καὶ ξηραίνοντων· μάλιστα δὲ τοῦ ἀμινθίου διδόναι μετὰ τὴν ἑβδόμην ἡμέραν. καὶ μὲν δή καὶ ὀξύμελι πολλοὺς ὕψης πινόμενον καὶ τι τῶν ἐπικίων ὑπηλάτων. ὁ δὲ ἐπὶ τοῖς σιτίοις ἔμετος τοῖς ἐν τούτῳ τῷ πυρετῷ χρονίζουσι χρησιμώτατος.