Ancient Greek
112.3
Paulus, Epitomae Medicae Libri Septem 112.3
Unproofread scanNot analysed yet
κα´. Τεταρταίων διάγνωσις. Ὁ τεταρταῖος τὴν εἴσβολὴν ποιεῖται μετὰ πολλῆς καταψύξεως ἄτε ἐκ ψυχροῦ χυμοῦ τῆς μελαίνης χολῆς τὴν γένεσιν ἔχων· ἀλλὰ καὶ τὸ θερμὸν καὶ διακαὲς οὐκ ἔχει τοῦ πυρετοῦ καθάπερ ὁ τριταῖος, ἀλλ’ οὔδὲ χολῆς ἔμετος παρακολουθεῖ. ἐπὶ τούτοις εἰ λεπτὰ καὶ λευκὰ καὶ ὑδατώδη τὰ οὖρα τυγχάνοι, τεταρταῖος ἂν εἴη ὁ πυρετός. ἐξαιρετον δὲ ἐστὶ τεταρταίου γνῶρισμα μικρὸς καὶ ἀραιὸς ὁ σφυγμός. καὶ φθινοπώρου δὲ μάλιστα τὴν ἀρχὴν ἴσχυσι τοῖς πλάνησιν ἐπιγιγόμενοι πυρετοῖς, καὶ ποτὲ μὲν εἰς τὸν διὰ τετάρτης καθίστανται μάλιστα τύπον, ἐξοῦ ὅτε δὲ καὶ διὰ πλειόνων ἡμερῶν κατὰ περιόδους τινὰς παρασύνονται.