Ancient Greek
113.1
Paulus, Epitomae Medicae Libri Septem 113.1
Unproofread scanNot analysed yet
πλεονάζειν αἷμα, ἥνικα χρῆ φλεβοτομεῖν. δίαιταν δὲ ἄφουσον καὶ χρηστήν προσάγειν καὶ λαπάττειν τὴν γαστέρα διὰ τῶν συνήθων· εἰ δὲ μηδὲν ἀνύει ταῦτα, κλύσμασι χρήσθαι, κατ’ ἀρχὰς μὲν μαλακοῖς, ὕστερον δὲ δριμέσιν. χοιρείων δὲ κρεῶν εἴργειν αὐτοὺς καὶ πάντων, ὅσα γλίσχρα καὶ βραδύπορα, καὶ τῶν ψυχόντων καὶ ὑγραινόντων ἐδεσμάτων πάντων. οἶνον δὲ χρήσθαι λεπτῷ καὶ λευκῷ καὶ συμμέτρως θερμῷ. ταρίζει δὲ καὶ νάπτι χρήσθαι καὶ δι’ ἡμερῶν τινων τοῦ διὰ τριῶν πεπέρεων λαμβάνειν ἢ τοῦ Διοσπολιτικοῦ φαρμάκου· καὶ εἰ πεπέρεως δὲ μόνου σὺν ὕδατι λαμβάνοιεν καθ’ ἑκάστην ἡμέραν, ὀρθῶς ἂν ποιοῖεν. εἰ δὲ ἐν ἀκμῇ τοῦ νοσήματος ὁ κάμνων εἴη, τότε χρῆ διαιτᾶν λεπτότατα, εὐθὺς δὲ καὶ ἠσυχάζειν κελεύειν εἰς μακρὸν καὶ τῶν σπλαγχνίων προνοεῖν διὰ τῶν μαλατόντων καὶ χαλώντων· ἐφεξῆς δὲ τοῖς οὐρητικοῖς φαρμάκοις χρήσθαι. καὶ εἰ τὰ τῆς πέψεως σημεῖα φαίνοιτο, θαρρεῖν τηνικαῦτα καὶ τοῖς τοὺς μέλανας χυμοὺς κενοῦσιν οὐχ ἅπαξ, μόνον ἀλλὰ καὶ πλεονάκις, μετὰ δὲ σφοδρὰν κάθαρσιν καὶ τοῦ δι’ ἐχιδνῶν φαρμάκου διδόναι καὶ τῶν ἄλλων, ὅσα πρὸς τοὺς τοιούτους ἐπαινείται πυρετούς, ἐν οἷς ἐστι καὶ τὸ σύνθες ἡμῖν ἀπάντων δοκιμώτατον δι’ ὅποῦ τοῦ Κυρηναικοῦ λαμβανόμενον.