Ancient Greek
113.2
Paulus, Epitomae Medicae Libri Septem 113.2
Unproofread scanNot analysed yet
κγ’. Ἄμφημερινοῦ διάγνωσις. Ὁ δὲ ἀμφημερινὸς οὐδαμῶς μετὰ ρίγους εἰσβάλλει κατὰ τὴν πρῶτὴν ἡμέραν, ἀλλὰ προήκοντος τοῦ χρόνου περίψυξις μᾶλλον ἢ ρίγος γίνεται· δυσκεθέρμαντος δὲ ἐστι καὶ πολυχρονίαν ἔχει τὴν ἀνάβασιν, οὐ μὴν οὐδὲ διακᾶει τοὺς κάμνοντας οὐδὲ πολὺ καὶ πυκνὸν ἀναπνεῖν ἀναγκάζει οὐδὲ ἐκφυσᾶν ἢ πίνειν ψυχρόν. γίνονται δὲ καὶ φλεγματώδεις ἐμετοί, καὶ ὅσα διὰ γαστρὸς ἐκκενοῦται, ψυχρότερα καὶ ὑμώτερα καὶ ὑδατωδέστερα ἐν τούτοις τοῖς πυρετοῖς εὑρίσκεις· καὶ ἱδροῦσιν ἥκιστα περὶ τὰς πρώτας ἡμέρας οὐδ’ εἰς ἀπυρεξίαν ἔρχονται. καὶ ὑχρόλευκος δὲ τούτοις ἢ χροιά, τὰ δὲ οὖρα λεπτὰ καὶ λευκὰ ἢ παχέα καὶ θολερὰ καὶ ἐρυθρά.