Ancient Greek
115.2
Paulus, Epitomae Medicae Libri Septem 115.2
Unproofread scanNot analysed yet
κζ' Περὶ συνεχῶν πυρετῶν. Συνεχεῖς ὁμογενεῖς εἰσὶ πυρετοὶ τῶν διαλειπόντων ἐκάστη, τριταίῳ μὲν ἀκριβῶς καῦκος, ἀμφημερινῷ δὲ ὁ καθ' ἑκάστην ἡμέραν παρασυνόμενος, εἰς ἀπυρεξίαν δὲ μὴ παυόμενος, οὕτω δὲ καὶ τεταρταίῳ ὁ διὰ τετάρτης. ὁ τε γὰρ ἀκριβῶς καῦκος πάντα τὰ ἄλλα φυλάττων ἀκριβοῦς τριταίου γνωρίσματα μόνῳ τῷ μὴ μετὰ ρίγους εἰσβάλλειν μήτε εἰς ἀπυρεξίαν παύεσθαι διενήνοχεν, ὁ τε καθ' ἑκάστην ἡμέραν παρασυνόμενος ὁμοίως πάντα ἔχει τὰ γνωρίσματα τοῖς ἀκριβέσιν ἀμφημερινοῖς, τῷ μὴ παύεσθαι δὲ εἰς ἀπυρεξίαν διαφέρει τοῦ ὁμογενοῦς ἀμφημερινοῦ· κατὰ ταῦτα δὲ καὶ ὁ διὰ τετάρτης μὲν παρασυνόμενος, εἰς ἀπυρεξίαν δὲ μὴ παυόμενος, ὁμογενὴς ἐστὶ τῷ τεταρταίῳ. συνεχὴς μὲν οὖν ἐστὶ πυρετὸς ὁ εἰς ἀπυρεξίαν πρὸν τελὲς λυθῆναι μὴ παυόμενος· ὅταν δὴ μηδὲ παρακμὴ τις φαίνηται, τοῦ γένους μὲν ἐστὶ καὶ οὗτος τῶν καυσωδῶν, ὀξύτητι δὲ αὐτῶν διενήνοχεν.