Ancient Greek
115.4
Paulus, Epitomae Medicae Libri Septem 115.4
Unproofread scanNot analysed yet
κζ' Διάγνωσις καὶ θεραπεία συνεχῶν πυρετῶν. Τῶν συνεχῶν πυρετῶν ἡ μὲν γένεσις ἐξ αἵματος ἐστὶν ὅτε μὲν ζέαντος μόνον, ὅτε δὲ καὶ σαπέντος ἐπ' ἐμπράξει· διόπερ ὁ παρασυνόμενος αὐτοῖς ἀπ' ἀρχῆς ἄχρι τέλους εἰς ἐστίν. σημεῖα δὲ σφυμοὶ μέγιστοι καὶ σφοδροὶ καὶ ταχεῖς καὶ πυκνοὶ καὶ ὁμαλεῖς, οὐ δακνώδεις, οὐρὰ δὲ τῶν κατὰ φύσιν οὐ πᾶν τι ἀπολειπόμενα. ἱακὶς δὲ ἐστὶ διὰ φλεβοτομίας ἄχρι λειποθυμίας· μὴ φλεβοτομηθέντες δὲ οἱ τοιοῦτοι πυρέττοντες εἰς ἔσχατον ἤκουσι κίνδυνον. εἰ δὲ διὰ τι κωλυθείμεν κενῶσαι διὰ φλεβοτόμου, τοῖς ἄλλοις δεῖ χρῆσθαι βοηθήμασι τοῖς ἐκφράττουσι καὶ τὸ πλήθος κενοῦσι καὶ πραύνουσι τὸ ζέον τῶν πυρετῶν.