Ancient Greek
116.6
Paulus, Epitomae Medicae Libri Septem 116.6
Unproofread scanNot analysed yet
20 λ’. Πυρετοῦ ἐπὶ ἐρυσιπελατῶδει διαθέσει διάγνωσις καὶ θεραπεία. Τοὺς ἐπὶ ἐρυσιπελατῶδει τῶν περὶ τὰ σπλάγχνα διαθέσει πυρετοὺς διαγνωστέον μὲν ἐκ τε τῆς ἐγχωρίου ζέσεως τε ὑπερβαλλούσης καὶ ὀδύνης σφοδρᾶς ἐπὶ τε δίψης καὶ καύματος ἀμέτρου καὶ ἀπλῶς εἰπεῖν τῶν τῆς σππομένης σὺν αἵματι βραχεῖ δριμυτάτης χολῆς σημείων. θεραπεύειν δὲ τόνδε τὸν τρόπον· ἀπέχεσθαι μὲν χρή βαλανείου τὸ πᾶμπαν, ὕδατι δὲ ψυχρῷ κατὰ μὲν τὴν ἀκμὴν τοῦ νοσήματος χρηστέον