Ancient Greek
117.1
Paulus, Epitomae Medicae Libri Septem 117.1
Unproofread scanNot analysed yet
ἀγωνιστικῶ, τούτῃ ψυχροτάτῳ, ἐν ἀρχῇ δὲ οὐ χρηστέον, ἀλλ' ἐξωθεν ἐπιτιθέναι τὰ ψύχοντα καί, εἰ μηδὲν ἄνυσει, καὶ εἰς τὸ σῶμα ἀναγκάζειν λαμβάνειν. μάλιστα δὲ αὐτοῖς ἀρμόττουσιν αἱ θριδακῖναι καὶ τὰ ταύταις ἰσοδύναμα· ἐξωθεν δὲ καὶ αὐτὸς μὲν ὁ τῆς θριδακίνης χυλὸς ἐπιτήδειος, ἀλλὰ καὶ ἀειζῶν, ὅσα τ' ἄλλα ψύχοντα. κάλλιστον δὲ, ᾧ μάλιστα χρῶμεθα· τὸ γὰρ ὑγρὸν ἐκθλίψαντες τῶν ψυχόντων τινὸς ἐμβαλομεν ὀλμῷ μετὰ ἀνδράχνης, εἶτα κόψαντες ἐκπιάζομεν, ἐπὶ δὲ τῆς χρήσεως ὀλίγον ἀλφίτου μίζαντες καὶ ἀναδεύσαντες ἐν ὕδατι ψυχρῷ τοῦτο ψυχράναντες, ὀθόνιον δὲ δίπτυχον ἐν αὐτῷ δεῦσαντες, ἐπιτείνομεν ἐξωθεν αὐτὸ κατὰ τῶν ὑποχονδρίων οὐκ ἐώντες χρονίζειν, ἀλλ' ἕτερον ψυχρὸν ἐπιτιθέντες, μίγνυμεν δὲ ἐνίοτε καὶ ἕλαιον ὀμφάκινον.