Ancient Greek
117.2
Paulus, Epitomae Medicae Libri Septem 117.2
Unproofread scanNot analysed yet
λα'. Ἐκτικῶν πυρετῶν διάγνωσις. Ἐκτικὸς πυρετὸς οὐκ ἐν τοῖς ὑγροῖς καὶ ἐν τῷ πνεύματι συνίσταται μόνον, ἀλλ' ἤδη καὶ τοῖς στερεοῖς. ἀνύδυνος δὲ ἐστι, καὶ νομίζουσιν οἱ πυρέσσοντες μηδὲ πυρέττειν ὅλως· οὐδὲ γὰρ αἰσθάνονται τῆς θερμασίας ἀπάντων αὐτοῖς ὁμοίως ἐκθερμασμένων τῶν μορίων. διττὸν δὲ ἐστὶν εἶδος τῶν ἐκτικῶν πυρετῶν. οἱ μὲν γὰρ ἐπὶ καυσιώδει πυρετοῖς ὡς τὰ πολλὰ γίνονται ἤτοι μηκυνθεῖσιν εἰς τοσοῦτον, ὡς ἐκδασπανήσαι τῷ χρόνῳ τὴν ἰκάδα τοῦ τῆς καρδίας σώματος, ἢ καὶ μενοῦσας ἐπὶ συχνῇς οἱ δ' ἐπὶ μενούσης τῆς ὑγρότητος γινόμενοι τὸ σῶμα τῆς καρδίας καταλαμβάνοντες ἐντεῦθεν ἀνάπτουσι. ἡ μὲν δὴ μία γένεσις αὐτῶν εἴρηται· κατάλοιπος δὲ ἐστιν, ὅταν ἐξ ἀρχῆς εὐθέως εἰσβάλλῃ τὴν πρώτην γένεσιν ὁμοίαν ποιησάμενοι τοῖς ἐφημέροις ἐπὶ λύτῃ καὶ θυμῷ καὶ κόπῳ πλείονι μετ' ἐγκαύσεως ἄμα γενομένῳ. τούτους μὲν οὐ χαλεπὸν ἐστὶν ἰάσθαι, τοὺς δὲ ἐξ αὐτῶν εἰς μαρασμὸν ἀφικνουμένους ἀδύνατον ἐστὶν ἰάσθαι. ὁ μὲν δὴ συνεπιπτὼν τῷ μαρασμῷ πυρετὸς ἐκτικὸς ἐτοιμότατός ἐστι γνωσθῆναι· ὀφθαλμοὺς τε γὰρ κοίλους ἀμέτρως θεάσει καὶ λήμας κατ' αὐτοὺς ἐμφερομένας ξηρὰς καὶ τινὰ αὐχμώδη διάθεσιν, ἀπολωλὸς δὲ καὶ τῆς χρώας αὐτῶν. τὸ