Ancient Greek
119.1
Paulus, Epitomae Medicae Libri Septem 119.1
Unproofread scanNot analysed yet
τὴν ἐπίσχημασίαν· εὐθὺς δὲ ὁ τοιοῦτος θερμότερος τὲ ἐστι καὶ καυσω-5 δέστερος καὶ τινὰ χολῆς ἔμετον ἢ διαχώρησιν ἢ ἰκμάδα φέρει. θάτερου δὲ τοῦ φλεγματώδους πλεονεκτοῦντος ἐπικρατοῦσι μὲν αἱ ψύσεις τῶν ἄκρων, ὀλίγαι δὲ εἰσιν αἱ φρίκαι, οὐ μὴν οὐδὲ διψώδεις εἰσιν οὐδὲ καυώδεις. ἐπειδὰν δὲ ἴκοι κατὰ τὸ μέγεθος ὑπάρχωσιν ὁ τε τριταῖος διαλείπων καὶ ὁ ἀμφημερινὸς συνεχής, ἡ μὲν εἴσβολὴ τοῦ παροξυσμοῦ μετὰ φρίκης γίνεται. καὶ ἥνικα μὲν ἂν ὁ ἐκ τοῦ φλέγματος ἐπικρατή, συστολαὶ γίνονται καὶ φρίκαι· εἰ δὲ ὁ θερμότερος ἐπικρατήσει, ἀθρόως ἐκθερμαίνονται. τοιοῦτος μὲν τίς ἐστιν ὁ ἀκριβὴς ἡμιτριταῖος ἐξ ἰσο-10 σθενούς κράσεως δυοῖν πυρετοῖν γινόμενος, τριταίου διαλείποντος καὶ ἀμφημερινοῦ συνεχούς. ὁ δὲ οὐκ ἀκριβὴς ἦτοι τὸν χολώδη πλείονα κέκτηται ἢ τὸν φλεγματώδη· ὡς δὴ καὶ μᾶλλον ἐστιν εὐίατος ἐτοίμως δυναμένου τοῦ ἥττονος νικᾶσθαι χυμοῦ ὑπὸ τε τῆς τοῦ πλείονος ἐπικρατείας καὶ τῆς ἀπὸ τῆς τέχνης ἐπικουρίας· εἰ μὲν γὰρ ἐπικρατεστέρον εἴη τὸ φλέγμα, τοῖς ἐπὶ ἀμφημερινοῦ λελεγμένοις μάλιστα κεχρήμεθα βοηθήμασιν, εἰ δὲ ἡ ξανθὴ χολή, τοῖς ἐπὶ τριταίου, καθόλου πρὸς τὸ κατεπεῖγον ἐνισταμένοι μηδὲ θάτερου παντάπασιν ἀμελοῦντες.