Ancient Greek
119.2
Paulus, Epitomae Medicae Libri Septem 119.2
Unproofread scanNot analysed yet
λδ. Περὶ τῶν πανδήμων νοσημάτων. Πανδήμους καὶ κοινὰς νόσους τὰς πολλοῖς ἅμα συμπίπτουσας ὀνομάζουσιν, ὧν ὥσπερ ἡ γένεσις οὕτως καὶ ἡ αἰτία κοινή. κοινὰ τε οὖν ἐδέσματα πονηρὰ τίκτουσι νοσήματα κοινὰ καὶ ὕδατος μοχθηροῦ πόσις ταλαιπωρίαι τε ἄμετροι καὶ πόνοι συνηθεῖς ἐκλειφθέντες ἐνδείαι τε καὶ πλημοναὶ λιμοῦ κατασχόντος ἡ εὐθηνίας γενομένης· καὶ χωρίων δὲ φύσεις κοινὰ νοσήματα πολλάκις ἐπήνεγκαν, ἐνίοτε μὲν ἐλωδῶν, ἐνίοτε δὲ ἔχοντων βάραθρον παρακείμενον ἀναθυμίαςιν δηλητηριώδη καὶ πονηρὰν ἀνατέμπον. ταῦτα μὲν οὖν οὐ συνεχῶς εἴωθεν συμ-20 πίπτειν, ὁ δὲ περιέχων ἡμᾶς ἀὴρ τρέπει τὰς κράσεις ἦτοι θερμότερος ἀμέτρως ἢ ψυχρότερος ἢ ξηρότερος ἢ ὑγρότερος γινόμενος. τοῖς μὲν γὰρ ἄλλοις αἰτίοις οὔτε πάντες ἅμα περιπίπτομεν οὔτε δι’ ὅλης ἡμέρας ὁμιλοῦμεν, ὁ δὲ περιέχων ἡμᾶς ἀὴρ ἐξωθὲν τε περικέχεται πᾶσι καὶ ἕλκεται διὰ τῆς εἰσπνοῆς· ἀναγκαῖον οὖν συνδιατίθεσθαι ταῖς κατὰ τὴν