Ancient Greek
120.1
Paulus, Epitomae Medicae Libri Septem 120.1
Unproofread scanNot analysed yet
κράσιν ἐξαλλαγαῖς αὐτοῦ τὰ τῶν ζῴων σώματα. ὁ γοῦν γινώσκων οὐ προγνώσεται μόνον τὰς γεννησομένας νόσους ἐξ ἑκάστης τῶν καταστάσεων, ἀλλὰ καὶ κυλύσει γενέσθαι ταῖς τοῦ περιέχοντος ἀμέτροις κράσεσιν τὴν ἐναντίαν ἐπιτεχνώμενος δίαιταν. ὅσα μὲν οὖν ἐγὼ τοῦ νοσεῖν ἐστι σώματα νόσον τινὰ διὰ τὴν οἰκείαν δυσκρασίαν, ταῦτα ὑπὸ τῆς ὁμοίας τοῦ περιέχοντος ἡμᾶς ἀέρος κράσεως ἐξελέγχεται, τὰ δ' ἐναντίως κεκραμένα τῷ περιέχοντι πρὸς τῷ μηδὲν ἀδικεῖσθαι γίνεται βελτίω τὴν ἀμετρίαν τῆς κράσεως τῆς ἐναντίας ἀμετρίας κολαζούσης· καὶ ὁ γινώσκων τοῦτο τὴν ὑγείαν φυλάξει τοῖς σώμασι τάναντία προσάγων, ποτὲ μὲν ἀναψύσει χρώμενος, εἰ οὕτως τύχοι, ποτὲ δὲ θερμάμασιν, ὕδατος μὲν ἐπαγωγὰς ἀναψύχων καὶ ἀργίας καὶ τροφῶν ἐνδείας καὶ πόσεως πλεονασμοῖς, τῇ δὲ σκέπῃ θερμαίνων καὶ πόνοις καὶ σιτίῳ πλείονι καὶ ποτε ἐλάσσονι. καὶ πυρῶν δέ τις ἀνακαίων πολλὰ δύνατο ἂν μεταβάλλειν ἐπὶ τὸ θερμὸν καὶ ξηρὸν τὸν ἀέρα τέως ὑγρὸν ὄντα, καθάπερ ποιῆσαι φασιν Ἀκρωνα τὸν Ἀκραγαντῖνον.