Ancient Greek
123.2
Paulus, Epitomae Medicae Libri Septem 123.2
Unproofread scanNot analysed yet
λζ’. Περὶ τῶν ἐπὶ λεπτοῖς χυμοῖς συγκοπτομένων. Τοὺς δὲ ἐπὶ λεπτοῖς χυμοῖς συγκοπτομένους θεραπευτέον ἐναντίως τοῖς εἰρημένοις· καὶ γὰρ τὰ διαγνωστικὰ σημεῖα τούτοις εὑρίσκεις ἐναντία. τρέφειν οὖν κατὰ βραχὺ συνεχῶς. καὶ τούτους δὲ ἀνιάτως ἔχειν νομιστέον, ὅταν ἦπαρ αὐτῶν ἢ κοιλία φλεγμαινὴ καμνούσης ἤδη τῆς δυνάμεως. ἐπὶ τῶν τοιούτων διαθέσεων ἢ νεκρώδης ἐν τῷ προσώπῳ κατάστασις ἐν τάχει γίνεται. τὸ μὲν οὖν τρέφειν ἀναγκαῖον, ὁμοίως δὲ καὶ τὸ πυκνοῦν τὴν ἐπιφάνειαν, ὥσπερ τῶν προτέρων ἀφαιροῦν, καὶ ψυχρὸν τὸν ἄερα ποιητέον καὶ ἀλειπτέον αὐτοὺς τοῖς στυφουσι καὶ τροφὰς δοτέον οὐ πάνυ διαρρεούσας· δοτέον οὖν ἄρτον τε καὶ τὰ διὰ χόνδρου ῥοφήματα καὶ ὀπώρας αὐστηρὰς καὶ δυσφθάρτους αὐτὰς τε καθ’ ἑαυτὰς καὶ μετ’ ἄρτου. ἐπιτήδειος τούτοις ὁ ὑδατώδης οἶνος εὐθὺς ἐξ ἀρχῆς ἐπὶ τοῖς σιτίοις παραλαμβανόμενος.