Ancient Greek
123.4 to 123.6
Paulus, Epitomae Medicae Libri Septem 123.4-6
Unproofread scanNot analysed yet
λη’. Περὶ τῶν ἄλλων προφάσεων, ἐφ’ αἷς γίνονται συγκοπαί. Εἰσὶ δὲ καὶ ἄλλαι προφάσεις, ἐφ’ αἷς συγκόπτονται, τέσσαρες, ἄλγημα σφοδρόν, ἀγρυπνία, κένωσις ἀμετρος, ἐπὶ δὲ τῶν παραπαιόντων καὶ ἡ κίνησις ἐστὶν ὅτε. πέμπτὴν δέ, εἰ βούλει, προστίθει τὴν δυσκρασίαν τῶν ἀρχῶν· τάχιστα μὲν οὖν ἀπώλεια γίνεται τῆς καρδίας παθούσης, ἐφεξῆς δὲ τοῦ ἐγκεφάλου, βραδὺ δὲ τοῦ ἥπατος. λθ’. Περὶ ὀδύνης. Ἡ μὲν οὖν ναρκώδης ὀδύνη διὰ ψυχρῶν γίνεται διάθεσιν, ὁ δὲ σφυγματώδης πόνος ἴδιός ἐστι μεγάλης φλεγμονῆς· ἐὰν δὲ ὡς ὑπὸ σκόλοπος ἐμπεπαρμένου ἢ ὡς ὑπὸ τρυπάνου τιτράσθαι νομίζῃ, παχέος ἐντέρου τὸ εἶδος τῆς ὀδύνης ἐστίν· ὁ δὲ νυγματώδης συνίσταται περὶ