Ancient Greek
124.1
Paulus, Epitomae Medicae Libri Septem 124.1
Unproofread scanNot analysed yet
τοὺς ὑμένας. ὁ δὲ διαῖσσω πόνος συμβαίνει ταῖς σφοδροτάταις οὐχ ἑτεροκρανίαις μόνον, ἀλλὰ καὶ ταῖς κεφαλαίαις· ἐστι δὲ διαῖσσω, ὅταν ὥσπερ ἀπὸ ρίζης ἀρχόμενος τοῦ πρωτοπαθοῦντος μορίου φέρηται ταχέως εἰς τὰ παρακείμενα. διατείνοντες δὲ εἰσιν ἐκατέρωσε τῶν νεύρων 5 οἱ πόνοι, διότι καὶ τείνεται πρὸς ἄμφω τὰ πέρατα, ἥκιστα δὲ εἰς πλάτος ἐκτεταμένος ἔχει τοὺς πόνους τὰ νεῦρα. τονῦδεις δὲ καὶ ναρκώδεις ἐπιφέρει τοὺς πόνους ὁ ὑπὸ τῷ δέρματι τεταγμένος ὑμήν, οἱ δὲ μεταξὺ τῆς σαρκὸς οἷον διασπώμενοι· εἰσί γὰρ πολλοὶ καὶ ἀνωμάλως ἐμφυόμενοι τε καὶ περιλαμβάνοντες αὐτήν. οἱ δὲ τῶν περικειμένων 10 τοῖς ὀστοῖς ὑμένων βύθιοι τέ εἰσιν αὐτῶν τε τῶν ὀστῶν ἐπάγουσι 2 φαντασίαν ὡς ὀδυνωμένων. ὅταν οὖν μηδὲν ἐξωθεν αἴτιον τῆς ὀδύνης φαίνηται γινόμενον, ἐπίσκεψαι τὴν προηγησάμενην δίαιταν, εἰ εἴη ἄργοτέρα παρὰ τὸ ἦθος, ἢ αἰτίοις ἐχρήσατο πλείοσιν ὁ ἄνθρωπος πολυτρόφοις, ἢ συνήθης ἐκκρίσις ἐπεσχέθη· εἰ γὰρ τι τούτων ἢ καὶ πάντα φαί- 15 νοιτο, πλήθος αἰτίων ἐστι τῆς ὀδύνης, καὶ ὅτι τάχιστα κένψωσιν τὸν ἄνθρωπον· οὕτω γὰρ ἐξέσται σοι μετὰ πάσης ἀσφαλείας τοῖς ἀποκρουομένοις τὰ ῥεύματα κατὰ τῶν ὀδυνωμένων χρήσθαι μερῶν. εἰ μὲν οὖν αἵματος πλήθος εἴη τὸ διατεῖνον, φλέβα τμητέον αὐτίκα μεγάλην τὴν ἐγγὺς τοῦ πάσχοντος μορίου, κακοχυμίας δὲ μόνης ἐνοχλοῦσης 20 καθαρτέον· συνελθόντων δὲ ἀμφοῖν ἀμφοτέραις χρήσῃ ταῖς κενώσεσιν φλεβοτομήσας πρότερον. εἰ δὲ τούτων γενομένων ἐπιμένει τὸ ἄλγημα, δῆλον δήπου κατὰ τὸ πεπονθὸς μόριον ἐσφηνῶσθαι τὸ λυποῦν· εὖδηλος δὲ καὶ ἡ θεραπεία τοῖς διαφορητικοῖς ἐσομένη φαρμάκοις. ὡσαύτως δὲ καὶ τὰς διὰ φυσώδες πνεῦμα γινομένας ὀδύνας ἰασόμεθα προσ- 25 λιπαροῦντες ἐπὶ αὐτῶν μᾶλλον τοῖς λεπτύουσιν ἐδέσμασιν ἐνέμασί τε καὶ καταπλάσμασιν καταιονήσεσι τε καὶ πυριάσεσιν ἀραιοῦντες τὸ περιἔχον αὐτὸ σῶμα. εἰ δὲ ὀγκὸς βαρύων ἢ θλῶν ὀδύνην ἐργάζοιτο, τὸν ὀγκὸν ἰατέον. εἰ δὲ διὰ δακνῦδες ὑγρόν, ἐναντιώτατα τούτοις ἐστὶ τὰ λεπτοῦντα καὶ θερμαῖνοντα· ἄνθον ἐναφεψμένον ἐλαίῳ ἀνῦδονον 30 καὶ ὑπνοποιὸν ὑπάρχει, καὶ μᾶλλον τὸ χλωρὸν τοῦ ξηροῦ.