Ancient Greek
125.1
Paulus, Epitomae Medicae Libri Septem 125.1
Unproofread scanNot analysed yet
μ´. Περὶ συντήσεως. Ὅταν ἐκκρίνηται τι διὰ γαστρὸς οὐκ ἐκ τῶν ἐδηδεσμένων καὶ πεπεμμένων, ἀλλ´ ἐκ τοῦ σώματος εἰς αὐτὴν καταρρέοντος χυμοῦ παραπλησίου μὲν ὄντος τῇ συνεχῶς ἐμουμένη καὶ διαχυρουμένη ξανθῇ χολῇ, διαφέροντος δὲ αὐτῆς τῇ τε δυσωδίᾳ καὶ τῷ πυρρότερον φαίνεσθαι τὸ διαχώρημα καὶ πάχος ἔχειν γλοιώδες, ἐνίοτε δὲ καὶ ἐλαιώδες, τότε τιμελιώδης σάρξ καὶ νεοπαγὴς ὑπὸ πυρετοῦ διακαοῦς ἀναλύεται καὶ τίθεται· χρονίζοντος δὲ τοῦ κακοῦ καὶ αὐτῶν ἀποτίθεται τι τῶν στερεῶν. ἐπὶ τούτου τοῦ πονηροτάτου πυρετοῦ ψυχροῦ· πῶς ἔστιν ἀπὸ γῆς ψυχροτάτης (τοιαῦτα δὲ εἶναι χρὴ καὶ τὰ καταπλάσματα) καὶ ἐπιθέματα ψύχοντα κατὰ τε τοῦ θώρακος ἐπιτιθέμενα καὶ τῶν ὑποχονδρίων καὶ ἐμψύχουςαι τροφαὶ διδόμεναι.