Ancient Greek
126.4
Paulus, Epitomae Medicae Libri Septem 126.4
Unproofread scanNot analysed yet
μγ’. Θεραπεία τῆς ἐν πυρετοῖς κεφαλαλγίας. Κεφαλαλγίας ὀχλούσης ἐν πυρετοῖς μετὰ τὴν προσήκουσαν τῶν περιττῶν κένωσιν κατὰ τὰς τῶν παροξυσμῶν παρακμας ἀλοιφὴ τῆς κεφαλῆς χρηστέον πρῶτον τῷ κοινῷ ἐλαίῳ ὑμωτριβεί ἢ ῥοδίνῳ μιγνυμένῳ αὐτῷ καὶ ὀξοὺς ἐλαχίστου, θέρους μὲν καὶ καυσιώδους πυρετοῦ ψυχρῷ, χειμῶνος δὲ καὶ μὴ καυσιώδους θερμῷ ἢ χλιαρῷ, ἐνεψείσθω δὲ ποτε τῷ ἐλαίῳ καὶ ἐρπύλλου καὶ πολυγόνου χυλός, ἐν θέρει δὲ καὶ κωδύα ἢ μήκων, ὥσπερ αὐ χειμῶνος πευκεδάνου τὸ σύμμετρον. μενούσης δὲ τῆς ὀδύνης ἐπὶ τοῦ μετώπου (κἂν τύχῃ βρέγμα ψιλὸν ὤν, καὶ τούτο) καταπλαστέον ἐκ παλαιοῦ ἀλφίτου καὶ πολυγόνου ἢ ἐξ ἄρτου