Ancient Greek
126.2
Paulus, Epitomae Medicae Libri Septem 126.2
Unproofread scanNot analysed yet
μβ’. Θεραπεία καταφορᾶς. Ἀποσπογγίζειν δεῖ τὸ πρόσωπον ὀξυκράτῳ γαλακτώδει καὶ διακρατεῖν εὐτόνως τὰ ἄκρα, ὀσφραντὰ δὲ προσαγέσθω τὰ τμητικὴν ἔχοντα δύναμιν, καὶ ἐν ταῖς ἀνέσεισι σικυαζέσθωσαν ἐνεργῶς κατὰ μεταφρένου καὶ ῥάχεως. ἐπιμενούσης δὲ τῆς νόσου καὶ πταρμικὰ ἐν ἀνέσει τῶν παροξυσμῶν προσαγέσθω. ἔστω δὲ καὶ ἡ τῶν σιτίων ὕλη τμητικὴ καὶ διαιρετική, καθὰ κἂν τοῖς ὑγιεινοῖς ἐλέγομεν.