Ancient Greek
132.2
Paulus, Epitomae Medicae Libri Septem 132.2
Unproofread scanNot analysed yet
ν’ Περὶ βουλίμου. Εἰ δὲ εἰς βούλιμον καταντήσῃ τὰ τῆς ἀνορεξίας, λέγω δὲ τὴν ὑπερβάλλουσαν ἀτροφίαν, τούτους ἀνακτησόμεθα τοῖς τε ἄλλοις ὀσφρανοῖς καὶ ὑεῖσι κρέασιν ὀπτοῖς καὶ ἐριφεῖσι καὶ καθόλου πᾶσι τοῖς ὀσμὴν ἔχουσι κνιψώδη, τῆς ὀξύτητος δηλονότι τῶν πυρετῶν παρεληλυθυίας· τὰ τε ἄκρα αὐτῶν διακρατεῖν δεῖ καὶ ἐγείρειν αὐτοὺς τὰς τε σιαγόνας νύσσοντας καὶ τρίψας ἢ ὕδα ἀνατείνοντας, ἀνακτθεῖσιν δὲ ἄρτον ἐν κράματι ἢ ἄλλο τι τῶν εὐαναδότων δοτέον.