Ancient Greek
132.4
Paulus, Epitomae Medicae Libri Septem 132.4
Unproofread scanNot analysed yet
να’ Περὶ κυνώδους ὀρέξεως. Εἰ καὶ μὴ πᾶν τι κατὰ τοὺς πυρετοὺς τοῦτο γίνεται τὸ σύμπτωμα, ἀλλ’ ἐξὼ ὅτε μετ’ αὐτούς, ἄλλως τε καὶ διὰ τὴν πρὸς ἀνορεξίαν συγγένειαν οὐ χεῖρον καὶ περὶ τῆς ἀμέτρου λέγειν ὀρέξεως ἀμφοῖν ἀμέτροιν ὑπάρχουσῶν. ἐπειδή τοίνυν ὑπὸ φλέγματος δεώδους μάλιστα τὸ πάθος γίνεται, τοῖς τοῦτο τέμνουσί τε καὶ ῥύπτουσι χρηστέον· τοιαῦτα δὲ εἰσὶ μάλιστα τὰ γλυκέα καὶ ἁλυρὰ καὶ ἄλλως εἰμηκτικὰ θερμαίνοντα. οἶνον [τε] οὖν αὐτοῖς χρὴ διδόναι δαψιλῆ τῶν ἱκανῶς θερμαίνοντων· τοιούτοι δὲ εἰσιν οἱ κιρροὶ τὴν χρόαν ἢ ἐρυθροὶ χωρὶς τοῦ στύφειν· μᾶλλον δὲ καὶ γλυκυτέρους δοτέον, κἂν μὴ διψῶσιν. χρὴ δὲ αὐτοῖς, ὅταν ἐπὶ τὸ ἄριστον ἀφίκωνται, πρῶτον μὲν διδόναι τὰ λιπαρά, καὶ τὰ ἄλλα δὲ πάντα δι’ ἑλαίου πολλοῦ σκευάζοντα μηδὲν αὐστηρόν ἢ στύφον ἔχοντα· ταῦτα γάρ, εἰ καὶ μὴ πρὸς αὐτὴν ἀντικρὺς ἐνίσταται τὴν αἰτίαν, ἀλλὰ τὴν εἰς τὰ σιτία λύσουσιν ἀκρατὴ ὀρμὴν, ἢ δὲ τούτων ἔνδεια μειοῖ τὴν ἐν τῷ στομάχῳ τοῦ φλέγματος σύστασιν. καὶ ταρίχους δοτέον. μετὰ δὲ ταῦτα τῶν εἰρημένων οἴνων δαψιλῶς πινέτωσαν· πλεῖονι γὰρ χρόνῳ πραττόντων οὕτω παύεται.