Ancient Greek
142.6
Paulus, Epitomae Medicae Libri Septem 142.6
Unproofread scanNot analysed yet
4 Πρὸς φαλακρώσεις καὶ τριχῶν αὔξησιν, ἐκ τῶν Κρίτωνος. Λαγῶν κοιλίας ἑ ἑπράνας ἐπιμελῶς φρύξεν ἐν ἀγγείῳ ὀστρακίνῳ, πρὸς τούτοις λάμβανε τὸ τρίτον μυρσίνης ἀκρεμόνων, ἀκακίας καρποῦ, ἀκακίας χυλοῦ, κυνοσβάτου τὸ ἴσον, ἀδιάντου Ὡ ῥ· ταῦτα πάντα κόπτε καὶ σῆθε λεπτῷ κοσκίνῳ, εἶτα ἐπιβαλὼν στέατος ἀρκείου λἰ. δ καὶ φώκης τὸ ἴσον ἀνάκοπτε καὶ ἀνελόμενος εἰς πυξίδα μολυβδίνην φύλαττε, ἐπὶ δὲ τῆς χρείας ἄνιε, ᾧ θέλεις ἡδύσματι.