Ancient Greek
142.8 to 143.2
Paulus, Epitomae Medicae Libri Septem 142.8-143.2
Unproofread scanNot analysed yet
5 Διαφυλακτικὰ τριχῶν. Πολυτρίχου μέρος ᾶ, λαδάνου μέρη β, οἴνῳ καὶ μυρσίνῳ ἐλαίῳ ἀναλάμβανε καὶ χρῶ. Ἄλλο. ἀνεμύνης τὸ ἄνθος τρίψας μετὰ ἐλαίου κατάχρει· τὸ δὲ αὐτὸ καὶ μελαίνει. Ἄλλο. περιστερεῶνα τὸν ὀρθὸν σὺν ταῖς ρίζαις ξηράνας καὶ κόψας σῆθε λεπτῷ κοσκίνῳ καὶ μίξας ἐλαίῳ, ὥστε γλοιοῦ σχειν πάχος, εἰς ἀγγεῖον χαλκοῦν ἀπόθου, καὶ, ὅταν τακῇ, χρωῦ ἀντ’ ἐλαίου ὁμοίως.