Ancient Greek
147.8
Paulus, Epitomae Medicae Libri Septem 147.8
Unproofread scanNot analysed yet
Περὶ ἀχώρων καὶ κηρίων. Ἐν τι τῶν ἐν τῷ δέρματι τῆς κεφαλῆς γιγνομένων παθῶν ἐστιν ὁ καλούμενος ἀχὼρ λεπτοῖς πάνυ τρήμασι τὸ δέρμα κατατιτρών, δι' ὧν ἰχὼρ ἀπόδιδεται γλίχρος· ὁμοιον δὲ αὐτῷ πᾶθος κατὰ τὴν ἰδέαν ἐστίν, ὃ καλοῦσι κηρίον, ἐπειδὴ τὰς κατατρήσεις ἔχει μείζονας ὑγρότητος μελιτώδους περιεκτικὰς παραπλησίως τοῖς τῶν μελιτῶν κηρίοις. ἡ γένεσις δὲ αὐτοῖς ἐκ νιτρώδους καὶ ἁλμυροῦ φλέγματος ἐστιν· διαιτάσθωσαν τοίνυν εὐχύμῳ τροφῇ παντὸς ὀριμέος καὶ ἁλμυροῦ ἀπεχόμενοι, καὶ μάλιστα, εἰ φλεγμονώδες εἴη τὸ πᾶθος, καὶ μετὰ τὴν προσἥκousav τοῦ περιττεύοντος κένωσιν ξυρήσας τὰς τρίχας πυρία· δις ἢ