Ancient Greek
148.1
Paulus, Epitomae Medicae Libri Septem 148.1
Unproofread scanNot analysed yet
τρις ἡ καὶ πλεονάκις ὕδατι θερμῷ ἐναφεψημένης μυρσίνης ἢ βάτου ἢ φακοῦ ἢ πικρῶν θέρμων ἢ ἀσπαράγου ρίζης. ὅταν δὲ πλείονες ἰχῦρες ῥέωσι, κατάπλασσε φύλλοις ἰτέας μεθ’ ὕδατος ἢ φακῷ. χρίσματα δὲ Κιμωλία γῆ ἢ Κρητικὴ ἢ Σαμία ἢ πομαρόλυξ ἢ σπόδιον ἢ λιθάργυρος ἢ καδμία ἢ χάρτης κεκαυμένος ἢ καὶ τὸ διὰ τοῦ χάρτου ξηρίον, ἀπαντα δι’ ὄζους. σμήγματι δὲ χρηστέον τῷδε· θείου καὶ περδικιάδος βοτάνης καὶ σάπυνος τὸ ἴσον. σύνθετα δὲ ταῦτα· λιθαργύρου <ιζ, πηγάνου φύλλων <η, σταρίδος ἀγρίας <δ, χαλκάνθου <β· ὄξει καὶ μυρσίνῃ γλοιώδες ποιήσας ἐπίχριε.