Ancient Greek
148.6
Paulus, Epitomae Medicae Libri Septem 148.6
Unproofread scanNot analysed yet
Περὶ σύκων. Σῦκα ὀνομάζουσι βλαστήματα ἐλκώδη, στρογγύλα, ὑπόσκληρα, ἐνερευθῆ, οἷς ἀκολουθεῖ καὶ ὀδύνη· φύεται δὲ ταῦτα τὸ μὲν πλεῖστον ἐν κεφαλῇ, κἂν τῷ δὲ ἄλλῳ σώματι. ἄριστον ἐπὶ τούτων φάρμακον στυπτηρία σχιστὴ καὶ χαλκοῦ ἄνθος ὀπτὸν καὶ ταυρόκολλα ἴσα μετὰ λεπίδος χαλκοῦ διπλασίας· τρίβων δὲ μετ’ ὄζους κατάχριε. ἀγαθὸν δὲ καὶ τῶν μαινίδων αἱ κεφαλαὶ κεκαυμένα καὶ βολβοὶ ἐφθοὶ καὶ τέφρα μετ’ ὄζους μιχθείσα.