Ancient Greek
148.2 to 148.5
Paulus, Epitomae Medicae Libri Septem 148.2-5
Unproofread scanNot analysed yet
¹⁰ Ἄλλο. σάνδυκος <δ, σμύρνης <δ, θείου ἀπύρου <β, μάννης <δ· σὺν ἐλαίῳ παλαιῷ κατάχριε. Πρὸς ἀχῶρας τοὺς ἰχωρροοῦντας. Ἔλκυσμα ἢ μολύβδαιναν λειώσας ἐμπλάσσε. Ἄλλο πρὸς ἀχῶρας καὶ τὰς διῦγρους ψώρας. ῥοδοδάφνης τῶν ῥόδων Γ δ, θείου ἀπύρου Γ δ, πίττης ὑγρᾶς Γ γ, πίττης ξηρᾶς Γ γ, κηροῦ Γ ζ, ἐλαίου μυρσινάτου τὸ ἀρκοῦν· ἐπὶ δὲ τῶν παιδίων γάλακτι ἐκλύσας κατάχριε.