Ancient Greek
152.2
Paulus, Epitomae Medicae Libri Septem 152.2
Unproofread scanNot analysed yet
Περὶ τῆς ἐξ οἴνου κεφαλαλγίας. Εἰ μὲν ἄπεπτος ὁ οἶνος ἐπὶ μένοι, κελεύειν ἡμῖν ὕδωρ πεπωκότας χλιαρόν· εἰ δὲ καὶ μετὰ πέψιν κεφαλαλγοῖεν, τοῖς ἐμψύχοις καὶ ἀποκρουστικοῖς χρησόμεθα, οἷον ἐστὶ τὸ ῥόδινον καθ’ ἑαυτὸ τε καὶ σὺν ὄξει ἢ χυλῷ κισσοῦ ἢ κράμβης· καὶ αὐτὰ δὲ τὰ φύλλα τῆς κράμβης ἀποβραχέντα θερμῷ καὶ περιτεθέντα τῇ κεφαλῇ καὶ δεθέντα φυσικῶς ἀντιπάζχει τῇ μέσῃ· δεῖ δὲ καὶ ἐσθίειν ἀποζεσθείσαν τὴν κράμβην. καὶ ἡ φακὴ τούτους ὀνίγχει καὶ μάλιστα τοὺς ὑγροτέραν ἔχοντας τὴν γαστέρα, καὶ ἄλκα δὲ καὶ ῥοίας καὶ μῆλα καὶ ἄπιους ἐσθιέτωσαν καὶ ὕδροποτείτωσαν.