Ancient Greek
152.4
Paulus, Epitomae Medicae Libri Septem 152.4
Unproofread scanNot analysed yet
Περὶ τῆς διὰ πληγὴν. Τοὺς δὲ διὰ πληγὴν κεφαλαλγοῦντας, εἰ μὴ πάντᾳπασιν ἐπιπολαίως ἐπλήγησαν, φλεβοτομήσομεν αὐτίκα καὶ ταῖς καταλλήλοις ἐμβροχαῖς ἐν τῇ κεφαλῇ χρησόμεθα ἐλαίῳ τε γλυκεῖ διαβρέχοντες ἐρίοις τε περισκεπτόντες αὐτὴν οἴνου τε τούτους καὶ σιτίων ἀδρωτέρων ἀπέχοντες, καὶ μάλιστα, εἰ πυρέττοιεν, καὶ τὸ σύμπαγν ὡς πρὸς φλεγμονὴν τῶν νευρωδῶν, καὶ μάλιστα τῶν μηνίγγων, ἀρμοσόμεθα· εἰ δὲ καὶ τραῦμα γεγονὸς εἴη, καὶ τοῦτο προσκόντως θεραπεύσομεν.