Ancient Greek
158.2
Paulus, Epitomae Medicae Libri Septem 158.2
Unproofread scanNot analysed yet
Z Περὶ φλεγμονῆς ἐγκεφάλου. Φλεγμαινὼν ὁ ἐγκέφαλος οἴδει πολλάκις οὕτως, ὥστε καὶ τὰς ἐν τῇ κεφαλῇ ραφὰς διέσταθαι, καὶ ὀδύνη δὲ μεγίστη καὶ διαρκὴς παρέπεται καὶ ἄχη πολλή, ἑρευσθὼς τε κατὰ τοῦ προσώπου πολὺ συνίσταται σὺν οἴδηματι, καὶ τὰ ὀμματα προπετὴ γίνεται, καὶ ἡ κεφαλὴ διογκοῦται. φλεβοτομεῖν οὖν τούτους χρὴ καὶ κενοῦν ἀπ’ ἀγκῶνος· δεῖ δὲ καὶ ἀπὸ ρινὸς καὶ τῶν ὑπὸ τὴν γλῶσσαν ἀγγείων κενοῦν τοῦ αἵματος. χρὼ δὲ καὶ ταῖς πρὸς τὰς φλεγμονὰς κατὰ τῆς κεφαλῆς διαβροχαῖς καὶ καταπλάσμασι τοῖς ὑγραίνειν καὶ πεπαίνειν δυναμένοις.