Ancient Greek
158.4 to 159.1
Paulus, Epitomae Medicae Libri Septem 158.4-159.1
Unproofread scanNot analysed yet
H Περὶ ἐρυσιπέλατος ἐγκεφάλου. Γίνεται καὶ ἐρυσιπέλας ἐν ἐγκεφάλῳ, καὶ πάζχει ὁ κάμνων τάδε· ἀλγεῖ τὴν κεφαλὴν πᾶσαν καὶ δοκεῖ φλόγας ἐν αὐτῇ εἶναι, καὶ τὸ πρόσωπον τοῦ πάσχοντος ψυχρόν ἐστι καὶ ὑπώχρον, καὶ ἑπράινεται τὸ στόμα. φλεβοτομεῖ οὖν τὸν οὕτω πάσχοντα καὶ μάλιστα τὰς ὑπὸ τῆς γλώσσης φλέβας διαιρεῖ καὶ πρόσφερε τὰ ψύχοντα, οἷς καὶ ἐπὶ τῶν ἄλλων ἐρυσιπελάτων χρῶμεθα.