Ancient Greek
159.4
Paulus, Epitomae Medicae Libri Septem 159.4
Unproofread scanNot analysed yet
καὶ ὁ κάρος δὲ τῆς αὐτῆς ὤν ὕλης τῷ ληθάργῳ τούτου διαφέρει 2 τῷ τὸν πυρετὸν ἠρεῖσθαι μὲν τοῦ κάρου καὶ σφοδρότερον εἶναι, ἔπεσθαι δὲ τῷ ληθάργῳ, καὶ τῷ τὸν μὲν κάρον καὶ ἕτεροῖς ἔπεσθαι συμπτώ- 20 μασι (παροξυμοῖς τε γὰρ ἐπιγίνεται πολλάκις πυρετῶν καὶ ἐπιληψίαις καὶ θλίψεσιν ἐγκεφάλου, ποτὲ μὲν ὀστέου πιλούντος ἐν κατάγμασι, ποτὲ δὲ τοῦ μηνιγγοφύλακος τὴν ἐμπροσθίαν τοῦ ἐγκεφάλου κοιλίαν), τὸν δὲ ληθάργον ἰδίαν τινὰ σύστασιν ἔχειν.