Ancient Greek
159.2
Paulus, Epitomae Medicae Libri Septem 159.2
Unproofread scanNot analysed yet
θ' Περὶ ληθάργου. Καὶ ὁ ληθάργος βλάβη τις ὑπάρχων τοῦ λογιστικοῦ τόπον μὲν 1 ἔχει τὸν αὐτὸν τῇ φρενίτιδι, φημὶ τὸν ἐγκέφαλον, ὕλην δὲ τὴν ἐναντίαν· ἐπὶ φλέγματι γὰρ ὑγροτέρῳ καὶ ψυχροτέρῳ διαβρέχοντι τὸν ἐγκέφαλον γίνεται. παρέπεται δὲ τοῖς ληθαργικοῖς πυρετὸς βληχρὸς οὐ πᾶνυ δακνώδης μετὰ καταφορᾶς. οἱ δὲ σφυγμοὶ τούτοις μεγάλοι τε καὶ 10 ἄραιοι καὶ κλονώδεις εἰσίν, ἡ ἀναπνοὴ δὲ ἄκραν ἄραιὰ καὶ ἀσθενής, ὕπνώδεις τε διὰ παντὸς εἰσι καὶ δυσέγερτοι καὶ δυσἀπόκριτοι, κἂν ἐρωτηθῶσι, καὶ ἐπιλήμονες καὶ παρανοοῦσι χαμῶνταί τε συχνῶς καὶ μένουσιν ἔξω· ὅτε κεκηνότες ὡς ἐπιλανθανόμενοι μῦσαι τὸ στόμα· διαχωροῦσι δὲ διὰ γαστρὸς οἱ μὲν πλείους ὑγρότερα, τινὶ δὲ καὶ τοῦν- 15 αντίον ἡ γαστὴρ ἀποσπράινεται, καὶ οὐροῦσιν, ὁποία τὰ τῶν ὑποζυγίων· τινὲς δὲ καὶ τρέμουσι καὶ περιδρῶσιν.