Ancient Greek
16.10 to 17.2
Paulus, Epitomae Medicae Libri Septem 16.10-17.2
Unproofread scanNot analysed yet
11 ἐστερημένην K: ἐστερημένη mut. in ἐστερημένης m. rec. D θεραπείας] θεωρίας A 12 ὡσπερ οὖν] ὡς D ἑτέροις D εἰς μνήμην ἑτέρων A εἰς] οὐδὲ εἰς J μόνον] K: om. ABCDJ 15 κατὰ] K: καὶ κατὰ ABCDHJ γε om. J 16 τὸν om. D: τῶν K 18 βιβλίων . . . πραγματείας (19) om. AD τῆς (alt.) . . . βιβλία (19) om. J 19 ἀπάσης K Τίνες οἱ σκοποὶ τῶν ἐπτὰ τῆς ὅλης πραγματείας βιβλίων τῆς συμπάσης πραγματείας εἰς ἐπτὰ διηρημένης βιβλία. Ἐν τῷ πρώτῳ τὴν ὑγιεινὴν ἅπασαν εὐρήσεις ὑπόθεσιν καὶ τὴν τῶν οἰκείων ταῖς ἡλικίαις τε καὶ ὥραις καὶ κρᾶσει καὶ ἑτέροις τισὶ παθήματων προφυλακὴν τε καὶ διόρθωσιν καὶ τὰς ἐν ταῖς τροφαῖς ἀπάσας δυνάμεις τε καὶ χρήσεις, ὡς ἐν τοῖς κεφαλαίοις ἐξεθέμεθα. Ἐν τῷ δευτέρῳ τῶν πυρετῶν ἀπάντων ἐστὶν ἡ διδασκαλία προτεταγμένων μὲν αὐτῆς τῶν συντελούντων εἰς αὐτήν, οἷον τῆς τε ἐκ περιττωμάτων καὶ τῶν κρίσιμων ἡμερῶν τε καὶ τῶν ἄλλων σημείων ἐπισκέψεως, ὑποτεταγμένων δὲ τῶν ἐπομένων τοῖς πυρετοῖς συμπτωμάτων. Ἐν τῷ τρίτῳ περὶ τῶν κατὰ τόπους συνισταμένων παθῶν ἀπ’ ἄκρας κεφαλῆς ἀρξαμένων ἡμῶν, εἰς ἄκρους δὲ καταντησάντων τοὺς πόδας ἄχρις ὀνύχων. Ἐν τῷ τετάρτῳ περὶ τῶν ἐκτὸς τοῦ σώματος καὶ οἷον ἐν φανερῷ συνισταμένων παθῶν οὐκ ἐν ὀριζομένοις ἀλλ’ ἐν πλείοσι μορίοις ὁ λόγος ἐστίν, ἐν ᾧ καὶ περὶ ἐλμίνθων καὶ δρακοντίων λέγεται. 14 ὁμοιομερῶν ine. H 4 διήλθεν J τῶν] ἄ C 5 νοσημάτων J 7 ἐν] μὲν ἐν D τῆς] τὴν τῆς J εὐπορος C, corr. mrg. ἀπασιν] τε ἀπασιν C 9 λειπομένην J Ἐν τῷ πέμπτῳ περὶ τῶν ἰοβόλων πληγῶν τε καὶ δηγμάτων, ἐν ᾧ καὶ περὶ λυσσοδήκτων καὶ τοῦ ὑδροφοβικοῦ πάθους λέγεται τῶν τε ὑπὸ μὴ λυττῶντος κυνὸς δηχθέντων καὶ περὶ ἀνθρωποδήκτων· ἐφ’ οἷς περὶ δηλητηρίων τε καὶ ἀλεξιφαρμάκων. Ἐν τῷ ἕκτῳ τὰ κατὰ χειρουργίαν ἀπαντα λέγεται τὴν τε κατὰ 5 σάρκα, ἔνθα καὶ βελουργικά, καὶ τὴν τῶν ὀστέων, ἐν οἷς ὁ περὶ καταγμάτων τε καὶ ἐξαρθρημάτων περιέχεται λόγος.