Ancient Greek
17.3
Paulus, Epitomae Medicae Libri Septem 17.3
Unproofread scanNot analysed yet
Ἐν τῷ ἑβδόμῳ πάντων τῶν φαρμάκων αἱ δυνάμεις περιέχονται, πρῶτον μὲν τῶν ἀπλῶν, ἐπ’ αὐτοῖς δὲ καὶ τῶν συνθέτων, καὶ μᾶλλον ὁπόσων ἐν τῇ τῶν ἄλλων ἐξ βιβλίων ἐμνήσθημεν διεξόδῳ, μάλιστα 10 τῶν μειζόνων τε καὶ οἷονεὶ κατῠνομασμένων σκευασιῶν· οὐ γὰρ συνεἴδομεν ἐκεῖσε τάττειν ἀπάσας σποράδην διὰ τε τὸ τῆς διδασκαλίας ἀνενόχλητον, καὶ ἵνα ζητῶν τις μίαν τινὰ ἢ καὶ πλείονας τῶν γνωρίμων σκευασιῶν ῥάδιως εὑρίσκοι. πρὸς δὲ τῷ τέλει καὶ τινα συμβαλλόμενα πρὸς τὰς συνθέσεις τῶν φαρμάκων καὶ περὶ τῶν ἀντεμβαλλο- 15 μένων εἴδων λέγεται, ὥστε τὸν ὅλον ἀπαρτίζειν λόγον εἰς τὴν περὶ σταθμῶν τε καὶ μέτρων διδασκαλίαν.