Ancient Greek
161.9
Paulus, Epitomae Medicae Libri Septem 161.9
Unproofread scanNot analysed yet
τύχοι D 20 ὑστερικῶ πνίγει D 21 λεγομένων post ras. 1 litt. D 2 Θεραπεία κατόχου. Καὶ νῦν οὖν τὴν φλεβοτομίαν χρὴ παραλαμβάνειν, καὶ μάλιστα ἐφ’ ὧν τὸ πρόσωπον ἐνερευθὲς ἐστι, τῆς δυνάμεως πάλιν ὑπαγορευούσης ἤγουιν κλύμασι κεχρῆσθαι, ποτὲ μὲν τοῖς διεγείρουσι τοῦ φλέγματος ἐπικρατοῦντος, ποτὲ δὲ τοῖς πραΰνουσι τῆς χολῆς πλεοναζούσης, ὡσαύτως δὲ καὶ τῇ τῶν ἄλλων βοηθημάτων ἀγωγῇ χρητέον· καὶ τρέφειν ὡσαύτως ὅτὲ μὲν καθ’ ἡμέραν, ὅτὲ δὲ ὑπὲρ μίαν. ἐστι δὲ σφόδρα ἐπικίνδυνον τὸ πάθος, εἰ ποὺ διὰ τινὰ τροφῆς ἢ πόματος ἀμαρτάδα γένηται· ἐφ’ ὧν χρὴ ἔμειν ἀναγκάζειν αὐτίκα καὶ ἐπὶ εὐστολῆς φυλάττειν ἐρεθίζειν τε τὴν κοιλίαν τῇ τε διὰ κυμίνου ἢ πηγάνου τῶν σπλαγχνῶν ἐμβροχῇ κεχρῆσθαι. τοὺς δὲ διὰ μέθην ἀλόντας τῷ πάθει μετὰ τὸ λυθῆναι τὴν κραιπάλην ὑγροτέραν θρεπτέον τροφὴν (τοιούτος δὲ ὁ χυλὸς ἐστι τῆς πτιζάνης) καὶ τὴν κεφαλὴν ἐπιτέγγειν ταῖς καταλλήλοις ἀλοιφαῖς, εἰ μὲν θέρος εἴη, ψυχραῖς, εἰ δὲ χειμῶν, χλιαραῖς. εἰ δὲ μηδαμῶς ἢ κραιπάλῃ λυθεῖν, μηδὲ ἀνανήμη, ἀπαγορευσάντα χρὴ μακρῶν ἀποφεύγειν.